Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

54a
CLARK

#Σωκράτης ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν· ῾ΐνα αὐτοὺς ἐκθρέψηις, καὶ παιδεύσηιςॱ τί δέ· εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν, θρέψεις τε, καὶ παιδεύσεις· ξένους ποιήσας. ῾ΐνα καὶ τοῦτο ἀπολαύσωσιν· ἢ τοῦτο μὲν οὔॱ αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος, βέλτιον θρέψονται· καὶ παιδεύσονταιॱ μὴ συνόντος σου αὐτοῖςॱ οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ, ἐπιμελήσονται αὐτῶν; πότερον· ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσηις. ἐπιμελήσονταιॱ ἐὰν δὲ εἰς ἅιδου ἀποδημήσηις, οὐχὶ ἐπιμελήσονται· εἴπέρ γε τί ὄφελος αὐτῶν ἐστι, τῶν

Paris1808

#Σωκράτης ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν. ἵνα αὐτοὺς ἐκθρέψηις καὶ παιδεύσηις; τί δὲ εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις. ξένους ποιήσας. ἵνα καὶ τοῦτό σου ἀπολαύσωσιν. ἢ τοῦτο μὲν οὔ· αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται μὴ συνόντος σοῦ αὐτοῖς. οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν· πότερον ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσηις ἐπιμελήσονταιॱ ἐὰν δὲ εἰς ἅιδου ἀποδημήσηις, οὐχὶ ἐπιμελήσονταιॱ εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι τῶν

Tuebingen

#Σωκράτης ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν· ἵνα αὐτοὺς ἐκθρέψηις καὶ παιδεύσηιςॱ τί δὲ, εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τὲ, καὶ παιδεύσειςॱ ξένους ποιήσας· ἵνα καὶ τοῦτο ἀπολαύσωσιν; ἢ τοῦτο μὲν οὔॱ αὐτοῦ δὲ τρεφόμενοι· σοῦ ζῶντος, βέλτιον θρέψονται καὶ παιδεύσονται· μὴ συνόντος σου αὐτοῖςॱ οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶνॱ πότερον ἐὰν εἰς Θετταλίαν ἀποδημήσηις ἐπιμελήσονται · ἐὰν δὲ εἰς ἅιδου ἀποδημήσηις οὐχὶ ἐπϊμελήσονται· εἴπερ γε τί ὄφελος αὐτῶν ἐστιν τῶν

54b
CLARK

#Σωκράτης σοὶ φασκόντων ἐπιτηδείων εἶναι; οἴεσθαί γε χρήॱ ἀλλʼ ὦ σώκρατες πειθόμενος ἡμῖν, τοῖς σοῖς τροφεῦσι· μήτε παῖδας περὶ πλείονος ποιοῦ, μήτε τὸ ζῆνॱ μήτε ἄλλο μηδὲν. πρὸ τοῦ δικαίου· ῾ΐνα εἰς ἅιδου ἐλθὼν, ἔχης πάντα ταῦτα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι· οὐδὲ δικαιότερον. οὔτε ὁσιώτερον· οὐδὲ ἄλλωι τῶν σῶν οὐδενὶ. οὔτε ἐκεῖσε ἀφικομένωι. ἄμεινον ἔσταιॱ ἀλλὰ νῦν μὲν. ἠδικημένος ἄπει, ἐὰν ἀπίηιςॱ οὐχ ὑφʼ ἡμῶν τῶν νόμων.

Paris1808

#Σωκράτης σοὶ φασκόντων ἐπιτηδείων εἶναι; οἴεσθαί γε χρή· ἀλλʼ ὦ σώκρατες πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι· μήτε παῖδας περὶ πλείονος ποιοῦ· μήτε τὸ ζῆν· μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου· ἵνα εἰς ἅιδου ἐλθὼν ἔχηις ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι· οὐδὲ δικαιότερον. οὐδὲ ὁσιώτερον. οὐδὲ ἄλλωι τῶν σῶν οὐδενὶ, οὔτε ἐκεἐκεῖσε ἀφικομένωι ἄμεινον ἔσται· ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει ἐὰν ἀπίηις. οὐχ ὑφʼ ἡμῶν τῶν νόμων·

Tuebingen

#Σωκράτης σοὶ φασκόντων ἐπϊτηδείων εἶναι; οἴεσθαί γε χρήॱ ἀλλʼ ὦ σώκρατες πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ, μήτε τὸ ζῆν· μήτε ἄλλο μηδὲν. πρὸ τοῦ δϊκαίου· ἵνα εἰς ἅιδου ἐλθὼν, ἔχηις πάντα ταῦτα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοὶ φαίνεταιॱ ταῦτα πράττοντι ἄμεινον εἶναι, οὐδὲ δικαιότερονॱ οὔτε ὁσιώτερονॱ οὐδὲ ἄλλωι τῶν σῶν οὐδενίॱ οὔτε ἐκεῖσε ἀφικομένωι ἄμεινον ἔσταιॱ ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει· ἐὰν ἀπίηις οὐχ ὑφʼ ἡμῶν τῶν νόμων,

54c
CLARK

#Σωκράτης ἀλλὰ ὑπὸ ἀνθρώπωνॱ ἐὰν δὲ ἐξέλθηις οὕτως αἰσχρῶςॱ ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς, καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει· σαυτόν τε· καὶ φίλους καὶ πατρίδα· καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι, καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ, οἱ ἐν ἅιδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονταιॱ εἰδότες· ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι, τὸ σὸν μέροςॱ ἀλλὰ μή σε πείσηι κρίτων, ποιεῖν ἃ λέγει μᾶλλον,

Paris1808

#Σωκράτης ἀλλʼ ὑπʼ ἀνθρώπων · ἐὰν δὲ ἐξέλθηις οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας τὰς σαυτοῦ ὁμολογίας τὲ καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς. καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει· σαυτόν τε καὶ φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντιॱ καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ οἱ ἐν ἅιδου νόμοιॱ οὐκ εὐμενῶς σε ὑποδέξονταιॱ εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος. ἀλλὰ μή σε πείσηι κρίτων ποιεῖν ἃ λέγει μᾶλλον

Tuebingen

#Σωκράτης ἀλλὰ ὑπὸ ἀνθρώπων · ἐὰν δὲ ἐξέλθηις οὕτως ὡς αἰσχρὸςॱ ἀνταδικήσας τὲ καὶ ἀντικακουργήσας· τὰς αὐτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτουςॱ οὓς ἥκιστα ἔδει· σαυτόν τὲ καὶ φίλους καὶ πατρίδα · καὶ ἡμᾶς, ἡμεῖς τε σοι χαλεπανοῦμεν ζῶντι· καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ· οἱ ἐν ἅιδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονται· εἰδότες. ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέροςॱ ἀλλὰ μή σε πείσηι κρίτων ποιεῖν ἃ λέγει μᾶλλον,

54d
CLARK

#Σωκράτης ἢ ἡμεῖςॱ ταῦτα ὦ φίλε ἑταῖρε κρίτων, εὖ ᾽ΐσθι, ὅτι ἐγὼ δοκῶ ἀκούειν, ὥσπερ οἱ κορυβαντιῶντες, τῶν αὐλῶν δοκοῦσιν ἀκούειν· καὶ ἐν ἐμοὶ, αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ· καὶ ποιεῖ μὴ δύνασθαι τῶν ἄλλων ἀκούεινॱ ἀλλὰ ᾽ΐσθι, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα· ὡς ἐὰν λέγηις παρὰ ταῦτα, μάτην ἐρεῖςॱ ὅμως μέντοι, εἴ τι οἴει πλέον ποιήσειν, λέγε:

#Κρίτων ἀλλʼ ὦ σώκρατες· οὐκ ἔχω λέγειν:

#Σωκράτης ἔα τοίνυν ὦ κρίτων·

Paris1808

#Σωκράτης ἢ ἡμεῖς. ταῦτα ὦ φίλε ἑταῖρε κρίτων εὖ ἴσθι ὅτι ἐγὼ δοκῶ ἀκούειν· ὥσπερ οἱ κορυβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν· καὶ ἐν ἐμοὶ αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ· καὶ ποιεῖ μὴ δύνασθαι τῶν ἄλλων ἀκούειν· ἀλλὰ ἴσθι ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα· ἐάν δέ τι λέγηις παρὰ ταῦτα, μάτην ἐρεῖς· ὅμως μέντοι· εἴ τι οἴει πλέον ποιήσειν, λέγε:

#Κρίτων ἀλλʼ ὦ σώκρατες· οὐκ ἔχω λέγειν:

#Σωκράτης ἔα τοίνυν ὦ κρίτων

Tuebingen

#Σωκράτης ἢ ἡμεῖςॱ ταῦτα ὦ φίλε ἑταῖρε κρίτων εὖ ἴσθι· ὅτι ἐγὼ δοκῶ ἀκούειν· ὥσπερ οἱ κορϋβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν· καὶ ἐν ἐμοὶ αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ· καὶ ποιεῖ μὴ δύνασθαι ἄλλων ἀκούειν· ἀλλὰ ἴσθι ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦνταॱ ἐὰν λέγηις παρὰ ταῦτα, μάτην ἐρεῖςॱ ὅμως μέντοι εἴ τι οἴει πλέον ποιήσειν, λέγε:

#Κρίτων ἀλλʼ ὦ σώκρατες οὐκ ἔχω λέγειν:

#Σωκράτης ἔα τοίνυν ὦ κρίτων·

54e
CLARK

#Σωκράτης καὶ πράττωμεν ταύτηι. ἐπειδὴ ταύτηι ὁ θεὸς ὑφηγεῖται:

Paris1808

#Σωκράτης καὶ πράττωμεν ταύτηι· ἐπειδὴ ταύτηι ὁ θεὸς ὑφηγεῖται:

Tuebingen

#Σωκράτης καὶ πράττωμεν ταύτηιॱ ἐπειδὴ ταύτηι ὁ θεὸς ὑ̈φηγεῖται: