Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

52a
CLARK

#Σωκράτης ἡμῶν. καὶ οὐκ ἀγρίως ἐπιταττόντων ποιεῖν, ἃ ἂν κελεύωμεν· ἀλλὰ ἐφιέντων. δυοῖν θάτερα· ἢ πείθειν ἡμᾶς, ἢ ποιεῖν, τούτων οὐδέτερα ποιεῖॱ ταύταις δὴ φαμὲν καὶ σὲ σώκρατες· ταῖς αἰτίαις ἐνέξεσθαι, εἴπερ ποιήσεις ἃ ἐπινοεῖς· καὶ οὐχ ἥκιστα ἀθηναίων σὲ. ἀλλʼ ἐν τοῖς μάλισταॱ εἰ οὖν ἐγὼ εἴποιμι. διὰ τί δή, ᾽ΐσως ἄν μου δικαίως καθάπτοιντο λέγοντεςॱ ὅτι ἐν τοῖς μάλιστα ἀθηναίων, ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίανॱ φαῖεν γὰρ ἄν· ὅτι ὦ σώκρατεςॱ μεγάλα ἡμῖν

Paris1808

#Σωκράτης ἡμῶν καὶ οὐκ ἀγρίως ἐπιταττόντων ποιεῖν· ἃ κελεύωμεν. ἀλλὰ ἐφιέντων δυοῖν θάτερα· ἢ πείθειν ἡμᾶς ἢ ποιεῖν, τούτων οὐδέτερα ποιεῖ· ταύταις δὴ φαμὲν καὶ σὲ ὦ σώκρατες ταῖς αἰτίαις ἐνέξεσθαι εἴπερ ποιήσεις ἃ ἐπινοεῖς· καὶ οὐχ ἥκιστα ἀθηναίων σέॱ ἀλλʼ ἐν τοῖς μάλιστα· εἰ ᷂οὖν ἐγὼ εἴποιμι δια τί δὴ. ἴσως ἄν μου δικαίως καθάπτοιντο λέγοντες· ὅτι ἐν τοῖς μάλιστα ἀθηναίων ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν· φαῖεν γὰρ ὅτι ὦ σώκρατες μεγάλα ἡμῖν

Tuebingen

#Σωκράτης ἡμῶν, καὶ οὐκ ἀγρίως ἐπιταττόντων ποιεῖν ἃ ἂν κελεύωμενॱ ἀλλὰ ἐφιέντων δυοῖν θάτεραॱ ἢ πείθειν ἡμᾶς ἢ ποιεῖν, τούτων οὐδέτερα ποιεῖॱ ταύταις δὴ φαμὲν ὦ σώκρατες καὶ σὲ ταῖς αἰτίαις ἐνέξεσθαι· εἴπερ ποιήσεις ἃ ἐπινοεῖς· καὶ οὐχ ἥκιστα ἀθηναίων σε. ἀλλʼ ἐν τοῖς μάλισταॱ εἰ οὖν ἐγὼ εἴποιμιॱ δια τί δή· ἴσως ἄν μου δικαίως καθάπτοιντο λέγοντες. ὅτι ἐν τοῖς μάλιστα ἀθηναίων· ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν· φαῖεν γὰρ ἄν ὅτι ὦ σώκρατεςॱ μεγάλα ἡμῖν

52b
CLARK

#Σωκράτης τούτων τεκμήριά ἐστιν· ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν. καὶ ἡ πόλιςॱ οὐ γὰρ ἄν ποτε, τῶν ἄλλων ἀθηναίων ἁπάντων, διαφερόντως ἐν αὐτῆι ἐπεδήμεις. εἰ μή σοι διαφερόντως ἤρεσκεॱ καὶ οὔτʼ ἐπὶ θεωρίαν πώποτʼ ἐκ τῆς πόλεως ἐξῆλθεςॱ ὅτι μὴ ἅπαξ Ἰσθμόν οὔτε ἄλλοσε οὐδαμόσε. εἰ μή ποι στρατευσόμενος· οὔτε ἄλλην ἀποδημΐαν ἐποιήσω πώποτε, ὥσπερ οἱ ἄλλοι ἄνθρωποιॱ οὐδʼ ἐπιθυμία σε ἄλλης πόλεως οὐδὲ ἄλλων νόμων ἔλαβεν, εἰδέναιॱ ἀλλὰ ἡμεῖς σοι ῾ΐκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις· οὕτω,

Paris1808

#Σωκράτης τούτων τεκμήρια ἐστὶν· ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν καὶ ἡ πόλιςॱ οὐ γὰρ ἄν ποτε τῶν ἄλλων ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτηῖ ἐπεδήμεις· εἰ μή σοι διαφερόντως ἤρεσκε· καὶ οὔτʼ ἐπὶ θεωρίαν πώποτε ἐκ τῆς πόλεως ἐξῆλθες ὅτι μὴ ἅπαξ εἰς ἰσθμόν· οὔτε ἄλλοσε οὐδαμόσε. εἰ μή ποι στρατευσόμενος· οὔτε ἄλλην ἐποιήσω ἀποδημίαν πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι · οὐδʼ ἐπιθυμΐα σε ἄλλης πόλεως. οὐδʼ ἄλλων νόμων ἔλαβεν εἰδέναι· ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις· οὕτω

Tuebingen

#Σωκράτης τούτων τεκμήριά ἐστιν · ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν. καὶ ἡ πόλιςॱ οὐ γὰρ ἄν ποτε τῶν ἄλλων ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτῆι ἐπεδήμειςॱ εἰ μή σοι διαφερόντως ἤρεσκε· καὶ οὔτʼ ἐπὶ θεωρίαν πώποτʼ ἐκ τῆς πόλεως ἐξῆλθεςॱ ὅτι μὴ ἅπαξ εἰς Ἰσθμὸν οὔτʼ ἄλλοσε οὐδαμῶς σε εἰ μή ποι στρατευσόμενος· οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτεॱ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι ॱ οὐδʼ ἐπιθυμία σε ἄλλης πόλεως· οὐδὲ ἄλλων νόμων ἔλαβεν εἰδέναιॱ ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν, καὶ ἡ ἡμετέρα πόλιςॱ οὕτω

52c
CLARK

#Σωκράτης σφόδρα ἡμᾶς ἡιροῦ· καὶ ὡμολόγεις καθʼ ἡμᾶς πολιτεύσεσθαι· τά τε ἄλλα. καὶ παῖδας ἐν αὐτηῖ ἐποιήσω· ὡς ἀρεσκούσης σοι τῆς πόλεωςॱ ἔτι τοίνυν· ἐν αὐτηῖ τηῖ δίκηι. ἐξῆν σοι φυγῆς τιμήσασθαι εἰ ἐβούλου· καὶ ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖς, τότε ἑκούσης ποιῆσαιॱ σὺ δέ· τότε μὲν. ἐκαλλωπίζου, ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε· ἀλλὰ ἡιροῦ ὡς ἔφησθα πρὸ τῆς φυγῆς θάνατονॱ νῦν δὲ. οὔτʼ ἐκείνους τοὺς λόγους αἰσχύνει· οὔτε ἡμῶν τῶν νόμων ἐντρέπει· ἐπιχειρῶν διαφθεῖραιॱ πράττεις

Paris1808

#Σωκράτης σφόδρα ἡμᾶς ηἱροῦ. καὶ ὡμολόγεις καθʼ ἡμᾶς πολιτεύσεσθαι · τά τε ἄλλα καὶ παῖδας ἐν αὐτηῖ ἐποιήσω ὡς ἀρεσκούσης σοι τῆς πόλεως . ἔτι τοίνυν ἐν αὐτηῖ τηῖ δίκηι ἐξῆν σοι φυγῆς τιμήσασθαι· εἰ ἐβούλου καὶ ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖς, τότε ἑκούσης ποιῆσαι. σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε· ἀλλʼ ηἱροῦ ὡς ἔφησθα πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτʼ ἐκείνους τοὺς λόγους αἰσχύνηι· οὔτε ἡμῶν τῶν νόμων ἐντρέπηι ἐπιχειρῶν διαφθεῖραι· πράττεις

Tuebingen

#Σωκράτης σφόδρα ἡμᾶς ἡιροῦॱ καὶ ὡμολόγεις καθʼ ἡμᾶς πολιτεύσεσθαιॱ τά τε ἄλλα, καὶ παῖδας ἐν αὐτῆι ἐποιήσω· ὡς ἀρεσκούσης σοι τῆς πόλεωςॱ ἔτι τοίνυν ἐν αὐτῆι τῆι δίκηι ἐξῆν σοι φυγῆς τιμήσασθαι εἰ ἐβούλου· καὶ ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖςॱ τότε ἑκούσης ποιῆσαιॱ σὺ δὲ τότε μὲν ἐκαλλωπίζου· ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σεॱ ἀλλὰ ἡιροῦ ὡς ἔφησθα πρὸ τῆς φυγῆς θάνατονॱ νῦν δὲ οὔτʼ ἐκείνους τοὺς λόγους αἰσχύνηιॱ οὔτε ἡμῶν τῶν νόμων ἐντρέπηι ἐπιχειρῶν διαφθεῖραιॱ πράττεις

52d
CLARK

#Σωκράτης τὲ, ἅπερ ἂν, δοῦλος ὁ φαυλότατος πράξειενॱ ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε, καὶ τὰς ὁμολογίας, καθʼ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι· πρῶτον μὲν οὖν, ἡμῖν τοῦτʼ αὐτὸ ἀπόκριναιॱ εἰ ἀληθῆ λέγομεν, φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθʼ ἡμᾶςॱ ἔργωι. ἀλλʼ οὐ λόγωιॱ ἢ οὐκ ἀληθῆॱ τί φῶμεν πρὸς ταῦτα ὦ κρίτων· ἄλλό τι, ἢ ὁμολογῶμεν:

#Κρίτων ἀνάγκη ὦ σώκρατες:

#Σωκράτης “ἄλλο τι οὖν ἂν φαῖεν. ἢ συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς, καὶ ὁμολογίας παραβαίνειςॱ οὐχ ὑπὸ

Paris1808

#Σωκράτης τε ἅπερ δοῦλος ὁ φαυλότατος πράξειεν· ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τὲ καὶ τὰς ὁμολογίας. καθʼ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι ॱ πρῶτον οὖν ἡμῖν τοῦτο αὐτὸ ἀπόκριναιॱ εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθʼ ἡμᾶς ἔργωι ἀλλʼ οὐ λόγωι· ἢ οὐκ ἀληθῆ· τί φῶμεν πρὸς ταῦτα ὦ κρίτων ἄλλό τι ἢ ὁμολογῶμεν:

#Κρίτων ἀνάγκη ὦ σώκρατες:

#Σωκράτης ἄλλο τι οὖν φαῖεν· ἢ συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις. οὐχ ὑπʼ

Tuebingen

#Σωκράτης τὲ ἅπερ ἂν δοῦλος ὁ φαυλότητος πράξειενॱ ἀποδιδράσκειν ἐπιχειρῶν· παρὰ τὰς συνθήκας τὲ καὶ τὰς ὁμολογίας· καθʼ ἃς ἡμῖν συνέθου πολιτεύεσθαιॱ πρῶτον μὲν οὖν ἡμῖν, τοῦτʼ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθʼ ἡμᾶς· ἔργωι ἀλλʼ οὐ λόγωιॱ ἢ οὐκ ἀληθῆॱ τί φῶμεν πρὸς ταῦτα ὦ κρίτων ἄλλό τι ἢ ὁμολογῶμεν:

#Κρίτων ἀνάγκη ὦ σώκρατες:

#Σωκράτης ἄλλʼ ὅτι οὖν φαῖεν· ἢ συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις· οὐχ ὑπὸ

52e
CLARK

#Σωκράτης ἀνάγκης ὁμολογήσας· οὐδὲ ἀπατηθεὶς· οὐδὲ ἐν ὀλίγωι χρόνωι ἀναγκασθεὶς βουλεύσασθαι· ἀλλʼ ἐν ἔτεσιν ἑβδομήκοντα· ἐν οἷς. ἐξῆν σοι ἀπιέναι· εἰ μὴ ἠρέσκομεν ἡμεῖςॱ μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναιॱ σὺ δὲ. οὔτε λακεδαίμονα προηιροῦ, οὔτε κρήτην. ἃς δὴ ἑκάστοτε φηὶς εὐνομεῖσθαιॱ οὔτε ἄλλην οὐδὲμίαν, τῶν ἡλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶνॱ

Paris1808

#Σωκράτης ἀνάγκης ὁμολογήσας· οὐδὲ ἀπατηθεὶς· οὐδὲ ἐν ὀλίγωι χρόνωι ἀναγκασθεὶς βουλεύσασθαι· ἀλλʼ ἐν ἔτεσιν ἑβδομήκοντα ἐν οἷς ἐξῆν σοι ἀπιέναι· εἰ μὴ ἠρέσκομεν ἡμεῖς· μὴ δὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι· σύ δὲ οὔτε λακεδαίμονα προηιροῦ οὔτε κρήτην. ἃς δὴ ἑκάστοτε φηὶς εὐνομεῖσθαιॱ οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων. οὐδὲ τῶν βαρβαρῶν·

Tuebingen

#Σωκράτης ἀνάγκης ὁμολογήσας· οὐδὲ ἀπατηθεὶς· οὐδὲ ἐν ὀλίγωι χρόνωι ἀναγκασθεὶς βουλεύσασθαιॱ ἀλλʼ ἐν ἔτεσιν ἑβδομήκοντα· ἐν οἷς ἐξῆν σοι ἀπιέναι εἰ μὴ ἠρέσκομεν ἡμεῖςॱ μὴδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι· σὺ δὲ οὔτε λακεδαίμονα προηιροῦॱ οὔτε κρήτην· ἃς δὴ ἑκάστοτε φηὶς εὐνομεῖσθαι· οὔτε ἄλλην οὐδεμίαν τῶν ἑλληνίδων πόλεων· οὐδὲ τῶν βαρβαρικῶν·