Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

48a
CLARK

#Σωκράτης ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν:

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ τιμιώτερον,:

#Κρίτων πολύ γε:

#Σωκράτης οὐκ ἄρα ὦ βέλτιστε. πάνυ ἡμῖν ὅυτω φροντιστέον, τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶςॱ ἀλλʼ ὅ,τι ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων. ὁ εἷς· καὶ αὐτὴ ἡ ἀλήθεια· ὥστε πρῶτον μὲν. ταύτηι, ὄυκ ὀρθῶς εἰσηγῇ· εἰσηγούμενος τῆς ῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων, καὶ καλῶν, καὶ ἀγαθῶν, καὶ τῶν ἐναντίωνॱ “ἀλλὰ μὲν δή φαίη γʼ ἄν τις. οἷοί τέ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτεινύναι.

Paris1808

#Σωκράτης ἡμετέρων· περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν ̦:

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ τιμιώτερον;

#Κρίτων πολύ γε:

#Σωκράτης οὐκ ἄρα ὦ βέλτιστε πάνυ ἡμῖν οὕτω φροντιστέον ὅτί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς· ἀλλʼ ὅτι ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων ὁ εἷς. καὶ ἀυτὴ ἡ ἀλήθεια· ὥστε πρῶτον μὲν ταύτηι ὀυκ ὀρθῶς εἰσηγηῖ· εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων. ἀλλὰ μὲν δὴ φαίη γʼ ἄν τις· οἷοι τέ γʼ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτιννύναι;

Tuebingen

#Σωκράτης ἡμετέρων· περὶ ὃ. ἥ τε ἀδικία· καὶ ἡ δικαιοσύνη ἐστίν;

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ τιμιώτερον,:

#Κρίτων πολύ γε:

#Σωκράτης οὐκ ἄρα ὦ βέλτιστε πάνυ ἡμῖν· ὅυτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς· ἀλλʼ ὅτί ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων ὁ εἷς· καὶ αὐτὴ ἡ ἀλήθεια· ὥστε πρῶτον μὲν ταύτηι ὄυκ ὀρθῶς εἰσηγηῖ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν, περὶ τῶν δικαίων καὶ καλῶν· καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων· ἀλλὰ μὲν δὴ φαίη γʼ ἄν τις· οἷοί τέ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτιννύναι ̦:

48b
CLARK

#Κρίτων δηλα δὴ· καὶ ταῦτα φαίη γὰρ ἄν. ὦ σώκρατες: ἀληθῆ λέγειςॱ

#Σωκράτης ἀλλʼ ὦ θαυμάσιε. οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν· ἔμοιγε δοκεῖ· ἔτι ὅμοιος εἶναι, τῶι καὶ πρότερον· καὶ τόνδε δὲ αὖ σκόπει, εἰ ἔτι μένει ἡμῖν, ἢ οὔॱ ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον· ἀλλὰ τὸ εὖ ζῆν:

#Κρίτων ἀλλὰ μένει:

#Σωκράτης τὸ δὲ εὖ, καὶ καλῶς, καὶ δικαίως, ὅτι ταὐτόν ἐστιν· μένει, ἢ οὐ μένει:

#Κρίτων μένει:

#Σωκράτης οὐκοῦν ἐκ τῶν ὁμολογουμένων. τοῦτο σκεπτέον· πότερον δίκαιον, ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι μὴ ἀφιέντων

Paris1808

#Κρίτων δηλα δὴ καὶ ταῦτα φαίη γὰρ ὦ σώκρατες: ἀληθῆ λέγεις.

#Σωκράτης ἀλλʼ ὦ θαυμάσιε οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερος τῶ . καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν ἢ ὄυ· ὅτι ὀυ τὸ ζῆν περὶ πλείστου ποιητέον· ἀλλὰ τὸ εὖ ζῆν:

#Κρίτων ἀλλὰ μένει:

#Σωκράτης τὸ δὲ εὖ καὶ καλῶς καὶ δικάιως ὅτι ταὐτόν ἐστι μένει, ἢ οὐ μένει:

#Κρίτων μένει:

#Σωκράτης οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέον· πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι· μὴ ἀφιέντων

Tuebingen

#Κρίτων δηλα δή· καὶ ταῦτα φαίη γὰρ ἂν. ὦ σώκρατες: ἀληθῆ λέγεις.

#Σωκράτης ἀλλʼ ὦ θαυμάσιεॱ οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν· ἔμοιγε δοκεῖ· ἔτι ὅμοιος εἶναι. τωῖ καὶ πρότερον· καὶ τόνδε δε αὖ σκόπειॱ εἰ ἔτι μένει ἡμῖν. ἢ οὔॱ ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον· ἀλλὰ τὸ εὖ ζῆν:

#Κρίτων ἀλλὰ μένει:

#Σωκράτης τὸ δὲ εὖ καὶ καλῶς καὶ δικαίως ὅτϊ ταὐτόν ἐστὶ μένει ἢ οὐ μένει;

#Κρίτων μένει:

#Σωκράτης οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέονॱ πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι μὴ ἀφιέντων

48c
CLARK

#Σωκράτης ἀθηναίων, ἢ οὐ δΐκαιον· καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθαॱ εἰ δὲ μή. ἐῶμενॱ ἃς δὲ σὺ λέγεις τὰς σκέψεις, περΐ τε ἀναλώσεως χρημάτων, καὶ δόξης. καὶ παίδων τροφῆς. μὴ ὡς ἀληθῶς ταῦτα ὦ κρίτων σκέμματα ἦι τῶν ῥαιδίως ἀποκτεινύντων καὶ ἀναβιωσκομένων γʼ ἄν. εἰ οἷοί τʼ ἦσαν, οὐδενὶ ξὺν νῶι· τούτων. τῶν πολλῶν· ἡμῖν δʼ ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ, μὴ οὐδὲν ἄλλο σκεπτέον ἦι, ἢ ὅπερ νυνδὴ ἐλέγομεν· πότερον δίκαια πράξομεν. καὶ χρήματα τελοῦντες τούτοις, τοῖς ἐμὲ ἐνθένδε

Paris1808

#Σωκράτης ἀθηνάιων,ἢ ὀυ δίκαιον· καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθα· εἰ δὲ μή, ἐῶμεν· ἃς δὲ σὺ λέγεις τὰς σκέψεις περί τε χρημάτων ἀναλώσεως. καὶ δόξης· καὶ πάιδων τροφῆς, μὴ ὡς ἀληθῶς ταῦτα ὦ κρίτων. σκέμματα ἦ τῶν ῥαιδίως ἀποκτιννύντων. καὶ ἀναβιωσκομένων γʼ εἰ οἷοί τε ἦσαν. οὐδενὶ ξὺν νωῖ τούτων τῶν πολλῶν· ἡμῖν δʼ ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ. μὴ οὐδὲν ἄλλο σκεπτέον ηἶ ἢ ὅπερ νυνδὴ ἐλέγομεν· πότερον δίκαια πράξομεν· καὶ χρήματα τελοῦντες τούτοις τοῖς ἐμὲ ἐνθένδε

Tuebingen

#Σωκράτης ἀθηναίων. ἢ οὐ δΐκαιον καὶ ἐὰν μὲν φαίνηται δίκαιον πειρώμεθαॱ εἰ δὲ μὴ, ἐῶμεν, ἃς δὲ σῢ λέγεις τὰς σκέψειςॱ περΐ τε ἀναλώσεως χρημάτων· καὶ δόξης· καὶ παίδων τροφῆς, μὴ ὡς ἀληθῶς ταῦτα ὦ κρίτων σκέμματα ηἶ· τῶν ῥαιδίως ἀποκτιννΰντων· καὶ ἀναβιωσκομένων γʼ ἄν εἰ οἷοί τε ἦσαν οὐδενὶ ξὺν νωῖ τούτων τῶν πολλῶν· ἡμῖν δʼ ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ, μὴ οὐδὲν ἄλλο σκεπτέον, ηἶ ὅπερ νυνδὴ ἐλέγομεν· πότερον δίκαια πράξομεν· καὶ χρήματα τελοῦντες τούτοις τοῖς ἐμὲ ἐνθένδε

48d
CLARK

#Σωκράτης ἐξάξουσι. καὶ χάριτας καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, ἢ τῆι ἀληθείαι ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες· κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι, μὴ οὐ δέη ὑπολογίζεσθαι· ὄυτʼ εἰ ἀποθνήισκει δεῖ, παραμένοντας καὶ ἡσϋχΐαν ἄγοντας, οὔτε ἄλλο ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν:

#Κρίτων καλῶς μέν μοι δοκεῖς λέγειν ὦ σώκρατεςॱ ὅρα δὲ τί δρῶμεν:

#Σωκράτης σκοπῶμεν ὦ ἀγαθέ κοινῆιॱ καὶ εἴ πηι ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος. ἀντίλεγε· καὶ σοὶ πείσομαιॱ εἰ δὲ

Paris1808

#Σωκράτης ἐξάξουσι καὶ χάριτας· καὶ ἀυτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, ἢ τηῖ ἀληθείαι ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες. κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι μὴ ὀυ δέηι ὑπολογίζεσθαι · ὄυτʼ εἰ ἀποθνήσκειν δεῖ παραμένοντας καὶ ἡσυχίαν ἄγοντας· οὔτε ἄλλο ὁτι οῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν:

#Κρίτων καλῶς μέν μοι δοκεῖς λέγειν ὦ σώκρατες· ὅρα δὲ τί δρῶμεν:

#Σωκράτης σκοπῶμεν ὦ ἀγαθέ κοινηῖ· καὶ εἴ πηι ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, ἀντίλεγε· καί σοι πείσομαι· εἰ δὲ

Tuebingen

#Σωκράτης ἐξάξουσι· καὶ χάριτας καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι· ἢ τηῖ ἀληθείαι ἀδικήσομεν πάντα ταῦτα ποιοῦντεςॱ κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι· μὴ οὐ δέη ὑπολογίζεσθαι· ὄυτʼ εἰ ἀποθνήισκειν δεῖ παραμένοντας· καὶ ἡσυχίαν ἄγονταςॱ οὔτε ἄλλο, ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν:

#Κρίτων καλῶς μέν μοι δοκεῖς λέγειν ὦ σώκρατεςॱ ὅρα δὲ τί δρῶμεν:

#Σωκράτης σκοπῶμεν ὦ ἀγαθέ κοινηῖ· καὶ εἴ πηι ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, ἀντίλεγεॱ καὶ σοὶ πείσομαιॱ εἰ δὲ

48e
CLARK

#Σωκράτης μὴ, παῦσαι ἤδη ὦ μακάριε· πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον. ὡς χρὴ ἐνθένδε, ἀκόντων ἀθηναίων, ἐμὲ ἀπιέναι· ὡς ἐγὼ. περὶ πολλοῦ ποιοῦμαι πεῖσαί σε, ταῦτα πράττειν· ἀλλὰ μὴ ἄκοντοςॱ ὅρα δὲ δὴ, τῆς σκέψεως τὴν ἀρχὴν ἐάν σοι῾ϊκανῶς λέγηται· καὶ πειρῶ ἀποκρίνεσθαι τὸ

Paris1808

#Σωκράτης μή, παῦσαι ἤδη ὦ μακάριε πολλάκις μοι λέγων τὸν ἀυτὸν λόγον· ὡς χρὴ ἐνθένδε. ἀκόντων άθηναίων ἐμὲ ἀπιέναι· ὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πείσας σε ταῦτα πράττειν· ἀλλὰ μὴ ἄκοντος. ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν ἐάν σοι ἱκανῶς λέγηται· καὶ πειρῶ ἀποκρίνεσθαι τὸ

Tuebingen

#Σωκράτης μὴ, παῦσαι ἤδη ὦ μακάριεॱ πολλάκις μοι λέγων τὸν αὐτὸν λόγονॱ ὡς χρὴ, ἐνθένδε ἀκόντων ἀθηναίων ἐμὲ ἀπιέναιॱ ὡς ἐγὼ περῒ πολλοῦ ποιοῦμαι, πεῖσαί σε ταῦτα πράττειν ἀλλὰ μὴ ἄκοντοςॱ ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν, ἐάν σοι ἱκανῶς λέγηται· καὶ πειρῶ ἀποκρίνεσθαι τὸ