Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

51a
CLARK

#Σωκράτης ἀντιλέγειν· οὔτε τυπτόμενον, ἀντιτύπτειν· οὔτε ἄλλα τοιαῦτα πολλά· πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους, ἐξέσται σοιॱ ὥ τε , ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι δίκαιον ἡγούμενοι εἶναι. καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους. καὶ τὴν πατρίδα καθʼ ὅσον δύνασαι ἐπιχειρήσεις ἀνταπολλύναι· καὶ φήσεις ταῦτα ποιῶν, δίκαια πράττειν· ὁ τηῖ ἀληθείαι, τῆς ἀρετῆς ἐπιμελόμενοςॱ ἢ οὕτως εἶ σοφὸς· ὥ τε λέληθέν σε. ὅτι μητρός τε. καὶ πατρὸς· καὶ τῶν ἄλλων προγόνων ἁπάντων, τιμιώτερόν ἐστιν πατρὶς· καὶ σεμνότερον· καὶ ἁγιώτερον· καὶ ἐν μείζονι

Paris1808

#Σωκράτης ἀντιτύπτειν· οὔτε ἄλλα τοιαῦτα πολλά, πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους ἐξέσται σοι· ὥστε ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι δίκαιον ἡγούμενοι εἶναι, καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους καὶ τὴν πατρίδα καθʼ ὅσον δύνασαι ἐπιχειρήσεις ἀνταπολλύναι, καὶ φήσεις ταῦτα ποιῶν δίκαια πράττειν· ὁ τηῖ ἀληθείαι τῆς ἀρετῆς ἐπιμελούμενος; ἢ οὕτως εἶ σοφὸς ὥστε λέληθέ σε. ὅτι μητρός τε καὶ πατρὸς · καὶ τῶν ἄλλων προγόνων ἁπάντων. τιμιώτερόν ἐστι πατρὶς καὶ σεμνότερον καὶ ἁγιώτερον· καὶ ἐν μείζονι

Tuebingen

#Σωκράτης ἀντιλέγεινॱ οὔτε τυπτόμενον ἀντϊτΰπτεινॱ οὔτε ἄλλα τοιαῦτα πολλάॱ πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους ἐξέσται σοι; ὥστε ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι· δίκαιον ἡγούμενοι εἶναιॱ καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους καὶ τὴν πατρίδα καθʼ ὅσον δύνασαι ἐπιχειρήσεις ἀνταπολλύναι· καὶ φήσεις ταῦτα ποιῶν δίκαια πράττεινॱ ὁ τῆι ἀληθείαι τῆς ἀρετῆς ἐπιμελούμενος; ἢ οὕτως εἶ σοφὸς· ὥστε λέληθέ σε ὅτι μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἁπάντων· τιμιώτερόν ἐστιν ἡ πατρὶς καὶ σεμνότερον· καὶ ἁγιώτερον· καὶ ἐν μείζονι

51b
CLARK

#Σωκράτης μοίραι, καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις τοῖς νοῦν ἔχουσι· καὶ σέβεσθαι δεῖ· καὶ μᾶλλον ὑπείκειν· καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν, ἢ πατέρα. καὶ ἢ πείθειν, ἢ ποιεῖν ἃ ἂν κελεύηι· καὶ πάσχειν. ἐάν τι προστάττηι παθεῖν, ἡσυχίαν ἄγοντα· ἐάντε τύπτεσθαι· ἐάντε δεῖσθαι· ἐάντε εἰς πόλεμον ἄγηι, τρωθησόμενον ἢ ἀποθανούμενον. ποιητέον ταῦταॱ καὶ τὸ δίκαιον. οὕτως ἔχει· καὶ οὐχὶ ὑπεικτέον· οὐδὲ ἀναχωρητέον· οὐδὲ λειπτέον τὴν τάξιν· ἀλλὰ καὶ ἐν πολέμωι καὶ ἐν δικαστηρΐωι· καὶ πανταχοῦ, ποιητέον ἃ ἂν κελεύηι ἡ

Paris1808

#Σωκράτης μοίραι. καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις τοῖς νοῦν ἔχουσι· καὶ σέβεσθαι δεῖ καὶ μᾶλλον ὑπείκειν· καὶ θωπεύειν. πατρίδα χαλεπαίνουσαν. ἢ πατέρα ॱ καὶ ἢ πείθειν ἢ ποιεῖν ἃ κελεύηι· καὶ πάσχειν ἐάν τι προστάττηι παθεῖν· ἡσυχίαν ἄγονταॱ ἐάντε τύπτεσθαι · ἐάντε δεῖσθαι· ἐάντε εἰς πόλεμον ἄγηι τρωθησόμενον. ἢ ἀποθανούμενον. ποιητέον ταῦτα. καὶ τὸ δίκαιον οὕτως ἔχειॱ καὶ οὐχὶ ὑπεικτέον οὐδὲ ἀναχωρητέον· οὐδὲ λειπτέον τὴν τάξιν· ἀλλὰ καὶ ἐν πολέμωι καὶ ἐν δικαστηρίωιॱ καὶ πανταχοῦ· ποιητέον ἃ κελεύηι ἡ

Tuebingen

#Σωκράτης μοίραι. καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις τοῖς νοῦν ἔχουσι· καὶ σέβεσθαι δεῖ· καὶ μᾶλλον ὑπείκειν· καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν· ἢ πατέρα· καὶ ἢ πείθειν ἢ ποιεῖν ἃ ἂν κελεύηι· καὶ πάσχειν· ἐάν τι προστάτηι παθεῖν ἡσυχίαν ἄγονταॱ ἐάντε τύπτεσθαι · ἐάντε δεῖσθαι· ἐάντε εἰς πόλεμον ἄγηι τρωθησόμενονॱ ἢ ἀποθανούμενον. ποιητέον ταῦτα· καὶ τὸ δίκαιον οὕτως ἔχει. καὶ οὐχὶ ὑπεικτέονॱ οὐδὲ ἀναχωρητέονॱ οὐδὲ λειπτέον τὴν τάξιν · ἀλλὰ καὶ ἐν πολέμωι καὶ ἐν δικαστηρίωι· καὶ πανταχοῦ ποιητέον · ἃ ἂν κελεύηι ἡ

51c
CLARK

#Σωκράτης πόλις, καὶ ἡ πατρῒς· ἢ πείθειν αὐτὴν. ηἷ τὸ δίκαιον πέφυκεॱ βιάζεσθαι δὲ. οὐχ ὅσιον· οὔτε μητέρα, οὔτε πατέραॱ πολὺ δὲ τούτων ἔτι ἧττον. τὴν πατρίδαॱ τί φήσομεν πρὸς ταῦτα, ὦ κρίτων· ἀληθῆ λέγειν τοὺς νόμους. ἢ οὔ:

#Κρίτων ἔμοιγε δοκεῖॱ

#Σωκράτης σκόπει τοίνυν· ὦ σώκρατεςॱ φαῖεν ᾽ΐσως οἱ νόμοι· εἰ ἡμεῖς ταῦτα ἀληθῆ λέγομεν, ὅτι οὐ δίκαια ἡμᾶς ἐπιχειρεῖς· δρᾶν, ἃ νῦν ἐπιχειρεῖς. ἡμεῖς γάρ σε γεννήσαντεςॱ ἐκθρέψαντεςॱ παιδεύσαντεςॱ μεταδόντες ἁπάντων ὧν οἷοί τʼ ἦμεν καλῶν, σοὶ καὶ τοῖς ἄλλοις

Paris1808

#Σωκράτης πόλις τε καὶ ἡ πατρίς . ἢ πείθειν αὐτὴν· ηἷ τὸ δίκαιον πέφυκε· βιάζεσθαι δὲ οὐχ ὅσιον· οὔτε μητέρα οὔτε πατέρα · πολὺ δὲ τούτων ἔτι ἧττον τὴν πατρίδα . τί φήσομεν πρὸς ταῦτα ὦ κρίτωνॱ ἀληθῆ λέγειν τοὺς νόμους, ἢ οὔ:

#Κρίτων ἔμοιγε δοκεῖ:

#Σωκράτης “σκόπει τοίνυν ὦ σώκρατες φαῖεν ἴσως οἱ νόμοι. εἰ ἡμεῖς ταῦτα ἀληθῆ λέγομενॱ ὅτι οὐ δίκαια ἡμᾶς ἐπιχειρεῖς δρᾶιν· ἃ νῦν ἐπιχειρεῖς. ἡμεῖς γάρ σε γεννήσαντες. ἐκθρέψαντες. παιδεύσαντες. μεταδόντες ἁπάντων. ὧν οἷοί τε ἦμεν καλῶν· σοί τε καὶ τοῖς ἄλλοις

Tuebingen

#Σωκράτης πόλις καὶ ἡ πατρίς· ἢ πείθειν αὐτὴν, ἧι τὸ δίκαιον πέφυκεॱ βϊάζεσθαι δὲ οὐχ ὅσιον· οὔτε μητέρα οὔτε πατέρα ॱ πολὺ δὲ τούτων ἔτι ἧττον τὴν πατρίδαॱ τί φήσομεν πρὸς ταῦτα ὦ κρίτων· ἀληθῆ λέγειν τοὺς νόμους, ἢ οὔ:

#Κρίτων ἔμοιγε δοκεῖ·

#Σωκράτης σκόπει τοίνυν ὦ σώκρατεςॱ φαῖεν ἂν ἴσως οἱ νόμοι, εἰ ἡμεῖς ταῦτα ἀληθῆ λέγομεν. ὅτι οὐ δίκαια ἡμᾶς ἐπιχειρεῖς δρᾶν ἃ νῦν ἐπιχειρεῖς· ἡμεῖς γάρ σε γεννήσαντες. ἐκθρέψαντεςॱ παιδεύσαντεςॱ μεταδόντες ἁπάντων· ὧν οἷοί τε ἦμεν καλῶν σοὶ καὶ τοῖς ἄλλοις

51d
CLARK

#Σωκράτης πᾶσιν πολίταις, ὅμως προαγορεύομεν τωῖ ἐξουσίαν πεποιηκέναι ἀθηναίων τωῖ βουλομένωι, ἐπειδὰν δοκιμασθῆι, καὶ ᾽ΐδηι τὰ ἐν τηῖ πόλει πράγματα· καὶ ἡμᾶς τοὺς νόμους, ωἷ ἂν, μὴ ἀρέσκωμεν ἡμεῖς, ἐξεῖναι λαβόντα τὰ αὑτοῦ, ἀπιέναι ὅποι ἂν βούληται· καὶ οὐδεὶς ἡμῶν, τῶν νόμων ἐμποδὼν ἐστὶν. οὐδʼ ἀπαγορεύει, ἐάντε τίς βούληται ὑμῶν εἰς ἀποικίαν ᾽ϊέναι, εἰ μὴ ἀρέσκοιμεν ἡμεῖς τε καὶ ἡ πόλις· ἐάντε μετοικεῖν ἄλλοσέ ποι ἐλθὼν, ᾽ϊέναι ἐκεῖσε, ὅποι ἂν βούληται. ἔχοντα τὰ αὑτοῦॱ ὃς δʼ ἂν

Paris1808

#Σωκράτης πᾶσιν πολίταις, ὅμως προαγορεύομεν τωῖ ἐξουσίαν πεποιηκέναι ἀθηναίων τωῖ βουλομένωι, ἐπειδὰν δοκιμασθηῖ καὶ ἴδηι τὰ ἐν τηῖ πόλει πράγματα· καὶ ἡμᾶς τοὺς νόμους ωἷ μὴ ἀρέσκωμεν ἡμεῖς, ἐξεῖναι λαβόντα τὰ αὑτοῦ ἀπιέναι ὅποι βούληται· καὶ οὐδεὶς ἡμῶν τῶν νόμων ἐμποδών ἐστιν· οὐδʼ ἀπαγορεύειॱ ἐάντε τις βούληται ὑμῶν εἰς ἀποικίαν ἰέναι· εἰ μὴ ἀρέσκοιμεν ἡμεῖς τε καὶ ἡ πόλις. ἐάντε μετοικεῖν. ἄλλοσέ ποι ἐλθών· ἰέναι ἐκεῖσε ὅποι βούληται ἔχοντα τὰ αὑτοῦ. ὃς δʼ

Tuebingen

#Σωκράτης πᾶσιν πολίταις· ὅμως προαγορεύομεν τῶι ἐξουσίαν πεποιηκέναι ἀθηναίων τῶι βουλομένωι· ἐπειδὰν δοκιμασθῆι καὶ ἴδηι τὰ ἐν τῆι πόλει πράγματα· καὶ ἡμᾶς τοὺς νόμους ὧι ἂν μὴ ἀρέσκωμεν ἡμεῖς, ἐξεῖναι λαβόντα τὰ αὑτοῦ ἀπιέναι ὅποι ἂν βούληταιॱ καὶ οὐδεὶς ἡμῶν τῶν νόμων ἐμποδών ἐστὶν· οὐδʼ ἀπαγορεύει ἐάντε τίς βούληται ὑμῶν εἰς ἀποικίαν ἰέναι· εἰ μὴ ἀρέσκοιμενॱ ἡμεῖς τε καὶ ἡ πόλις· ἐάντε μετοικεῖν ἄλλοσέ ἐλθὼν ἰέναι ἐκεῖσε ὅποι ἂν βούληταιॱ ἔχοντα τὰ αὑτοῦ· ὃς δʼ ἂν

51e
CLARK

#Σωκράτης ὑμῶν παραμείνηι, ὁρῶν. ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομεν, καὶ τἆλλα τὴν πόλιν διοικοῦμεν, ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργωι ἡμῖν, ἃ ἂν ἡμεῖς κελεύωμεν, ποιήσειν ταῦτα· καὶ τὸν μὴ πειθόμενον, τριχηῖ φαμὲν ἀδικεῖν· ὅτι τε γεννήταῖς οὖσιν ἡμῖν. οὐ πείθεταιॱ καὶ ὅτι τροφεῦσι· καὶ ὅτι ὁμολογήσας ἡμῖν πείθεσθαι, οὔτε πείθεται, οὔτε πείθει ἡμᾶς, εἰ μὴ καλῶς τι ποιοῦμεν· προτιθέντων

Paris1808

#Σωκράτης ὑμῶν παραμείνηι ὁρῶν ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομεν· καὶ τἆλλα τὴν πόλιν διοικοῦμεν, ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργωι ἡμῖν ἃ ἡμεῖς κελεύωμεν, ποιήσειν ταῦτα· καὶ τὸν μὴ πειθόμενον, τριχηῖ φαμεν ἀδικεῖν· ὅτι τε γεννήταις οὖσιν ἡμῖν οὐ πείθεταιॱ καὶ ὅτι τροφεῦσι· καὶ ὅτι ὁμολογήσας ἦ μὴν πείθεσθαι οὔτε πείθεται οὔτε πείθει ἡμᾶς· εἰ μὴ καλῶς τι ποιοῦμεν· προτιθέντων

Tuebingen

#Σωκράτης ὑμῶν παραμείνηιॱ ὁρῶν ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομενॱ καὶ τἆλλα τὴν πόλιν διοικοῦμενॱ ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργωι ἡμῖνॱ ἃ ἂν ἡμεῖς κελεύωμεν ποιήσειν ταῦτα· καὶ τὸν μὴ πειθόμενον· τριχῆι φαμὲν ἀδικεῖνॱ ὅτι τε γεννήταις οὖσιν ἡμῖν οὐ πείθεται· καὶ ὅτι τροφεῦσι· καὶ ὅτι ὁμολογήσας ἡμῖν πείθεσθαι. οὔτε πείθεταιॱ οὔτε πείθει ἡμᾶς, εἰ μὴ καλῶς τι ποιοῦμενॱ προτιθέντων