Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

49a
CLARK

#Σωκράτης ἐρωτώμενον. ἧι ἂν μάλιστα οἴηι:

#Κρίτων ἀλλὰ πειράσομαι:

#Σωκράτης οὐδενὶ τρόπωι φαμὲν, ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπωι, τινὶ δὲ οὔॱ ἢ οὐδαμῶς τό γε ἀδικεῖν, οὔτε ἀγαθὸν, οὔτε καλόν· ὡ πολλάκις ἡμῖν καὶ ἐν τῶι ἔμπροσθεν χρόνωι ὡμολογήθη. ὅπερ καὶ ἄρτι ἐλέγετο· ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι, ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις, ἐκκεχυμέναι εἰσί· καὶ πάλαι ὦ κρίτων ἄρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδῆι διαλεγόμενοι,

Paris1808

#Σωκράτης ἐρωτώμενον ηἶ μάλιστα ἡι :

#Κρίτων ἀλλὰ πειράσομαι:

#Σωκράτης οὐδενὶ τρόπωι φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπωι· τινὶ δὲ οὔ· ἢ οὐδαμῶς τό γε ἀδικεῖν ὄυτε ἀγαθὸν ὄυτε καλόν ὡς πολλάκις ἡμῖν καὶ ἐν τωῖ ἔμπροσθεν χρόνωι ὡμολογήθη· ὅπερ καὶ ἄρτι ἐλέγετο · ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσὶ· καὶ πάλαι ὦ κρίτων ἄρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδηῖ διαλεγόμενοι

Tuebingen

#Σωκράτης ἐρωτώμενον· ηἷ ἂν μάλιστα οἴηι:

#Κρίτων ἀλλὰ πειράσομαι:

#Σωκράτης οὐδενὶ τρόπωι φαμὲν ἑκόντας ἀδικητέον εἶναι· ἢ τινὶ μὲν ἀδικητέον τρόπωιॱ τινὶ δὲ οὔॱ ἢ οὐδαμῶς τό γε ἀδικεῖν, οὔτε ἀγαθὸν, οὔτε καλόν· ὡς πολλάκις ἡμῖν καὶ ἐν τωῖ ἔμπροσθεν χρόνωι ὡμολογήθηॱ ὅπερ καὶ ἄρτι ἐλέγετοॱ ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι· ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις , ἐκκεχυμέναι εἰσὶ· καὶ πάλαι ὦ κρίτων ἄραॱ τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδηῖ διαλεγόμενοι.

49b
CLARK

#Σωκράτης ἐλάθομεν ἡμᾶς αὐτοὺς, παίδων οὐδὲν διαφέροντες. ἢ παντὸς μᾶλλον οὕτως ἔχει, ὥ περ τότε ἐλέγετο ἡμῖν. εἴτε φασὶν οἱ πολλοὶ, εἴτε μήॱ καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν, εἴτε καὶ πραότερα· ὅμως, τό γε ἀδικεῖν, τῶι ἀδικοῦντι. καὶ κακὸν, καὶ αἰσχρὸν τυγχάνει ὂνॱ παντὶ τρόπωι φαμὲν. ἢ οὔ:

#Κρίτων φαμέν:

#Σωκράτης οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν ̦:

#Κρίτων οὐ δῆτα:

#Σωκράτης οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται. ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν:

Paris1808

#Σωκράτης ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες. ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἡμῖν ἐλέγετο· εἴτε φασὶν οἱ πολλοὶ εἴτε μή καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν. εἴτε καὶ πραιότερα· ὅμως τό γε ἀδικεῖν τῶι ἀδικοῦντι· καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπωι φαμὲν, ἢ οὔ:

#Κρίτων φαμέν:

#Σωκράτης οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν:̦

#Κρίτων οὐ δῆτα:

#Σωκράτης οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν ὡς οἱ πολλοὶ οἴονται ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν:

Tuebingen

#Σωκράτης ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες· ἢ παντὸς μᾶλλον οὕτως ἔχει, ὥσπερ τότε ἐλέγετο ἡμῖν εἴτε φασὶν οἱ πολλοὶ, εἴτε μήॱ καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν, εἴτε καὶ πραότερα· ὅμως τό γε ἀδικεῖν τωῖ ἀδικοῦντι· καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὄνॱ παντὶ τρόπωι φαμὲν, ἢ οὔ:

#Κρίτων φαμέν:

#Σωκράτης οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν ̦:

#Κρίτων οὐ δῆτα:

#Σωκράτης οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν ὡς οἱ πολλοὶ οἴονται· ἐπειδὴ οὐδαμῶς γε δεῖ ἀδικεῖν:

49c
CLARK

#Κρίτων οὐ φαίνεται:

#Σωκράτης τί δὲ δή· κακουργεῖν δεῖ ὦ κρίτων ἢ οὔ:

#Κρίτων οὐ δεῖ δήπου ὦ σώκρατες:

#Σωκράτης τί δέॱ ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασιν δίκαιον. ἢ οὐ δίκαιον:

#Κρίτων οὐδαμῶς:

#Σωκράτης τὸ γάρ που κακῶ ποιεῖν ἀνθρώπους, τοῦ ἀδικεῖν οὐδὲν διαφέρει:

#Κρίτων ἀληθῆ λέγεις:

#Σωκράτης οὔτε ἄρα ἀνταδικεῖν δεῖ· οὔτε κακῶ ποιεῖν οὐδένα ἀνθρώπωνॱ οὐδʼ ἂν ὁτιοῦν πάσχηι ὑπʼ αὐτῶνॱ καὶ ὅρα ὦ κρίτων ταῦτα καθομολογῶν, ὅπως μὴ παρὰ

Paris1808

#Κρίτων οὐ φαίνεται:

#Σωκράτης τί δὲ δὴ κακουργεῖν δεῖ ὦ κρίτων· ἢ οὔ:

#Κρίτων οὐ δεῖ δήπου ὦ σώκρατες:

#Σωκράτης τί δὲ ἀντικακουργεῖν κακῶς πάσχοντα ὡς οἱ πολλοί φασι δίκαιον ἢ οὐ δίκαιον:

#Κρίτων οὐδαμῶς :

#Σωκράτης τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει:

#Κρίτων ἀληθῆ λέγεις:

#Σωκράτης οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων οὐδʼ ἂν ὁτιοῦν πάσχηι ὑπʼ αὐτῶν. καὶ ὅρα ὦ κρίτων ταῦτα ὁμολογῶν· ὅπως μὴ παρὰ

Tuebingen

#Κρίτων οὐ φαίνεται:

#Σωκράτης τί δὲ δὴ. κακουργεῖν δεῖ ὦ κρίτων ἢ οὔ:

#Κρίτων οὐ δεῖ δήπου ὦ σώκρατες:

#Σωκράτης τί δὲ ἀντικακουργεῖν κακῶς πάσχοντα· ὡς οἱ πολλοὶ φασὶν δίκαιον ἢ οὐ δίκαιον:

#Κρίτων οὐδαμῶς:

#Σωκράτης τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους , τοῦ ἀδικεῖν οὐδὲν διαφέρει:

#Κρίτων ἀληθῆ λέγεις:

#Σωκράτης οὔτε ἄρα ἀνταδικεῖν δεῖ· οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπωνॱ οὐδʼ ἂν ὁτιοῦν πάσχηι ὑπʼ αὐτῶνॱ καὶ ὅρα ὦ κρίτων ταῦτα καθομολογῶν· ὅπως μὴ παρα

49d
CLARK

#Σωκράτης δόξαν ὁμολογῆιςॱ οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα, καὶ δοκεῖ καὶ δόξει· οἷς οὖν οὕτω δέδοκται· καὶ οἷς μή. τούτοις οὐκ ἔστι κοινὴ βουλὴ. ἀλλὰ ἀνάγκη τούτους, ἀλλήλων καταφρονεῖν. ὁρῶντας τὰ ἀλλήλων βουλεύματαॱ σκόπει δὴ οὖν, καὶ σὺ εὖ μάλα· πότερον κοινωνεῖς· καὶ συνδοκεῖ σοι· καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν, οὔτε τοῦ ἀνταδικεῖν. οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι, ἀντιδρῶντα κακῶς, ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆςॱ ἐμοὶ μὲν

Paris1808

#Σωκράτης δόξαν ὁμολογηῖς. οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει· οἷς οὖν οὕτω δέδοκται· καὶ οἷς μὴ, τούτοις¨¨ οὐκ ἔστι κοινὴ βουλή· ἀλλʼ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν· ὁρῶντας ἀλλήλων τὰ βουλεύματα· σκόπει οὖν δὴ καὶ σὺ εὖ μάλα. πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι· καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι· ὡς οὐδέποτε ὀρθῶς ἔχοντος. οὔτε τοῦ ἀδικεῖν· οὔτε τοῦ ἀνταδικεῖν . οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς, ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς· ἐμοὶ μὲν

Tuebingen

#Σωκράτης δόξαν ὁμολογεῖς· οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει· οἷς οὖν οὕτω δέδοκταιॱ καὶ οἷς μή. τούτοις οὐκ ἔστι κοινὴ βουλὴॱ ἀλλʼ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖνॱ ὁρῶντας τὰ ἀλλήλων βουλεύματαॱ σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλαॱ πότερον κοινωνεῖς καὶ σϋνδοκεῖ σοι; καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοιॱ ὡς οὐδέποτε ὀρθῶς ἔχοντος· οὔτε τοῦ ἀδικεῖν, οὔτε τοῦ ἀνταδικεῖν· οὔτε κακῶς πάσχοντα ἀμύνασθαι· ἀντϊδρῶντα κακῶς· ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς: ἐμοὶ μὲν

49e
CLARK

#Σωκράτης γὰρ καὶ πάλαι οὕτω. καὶ νῦν ἔτι δοκεῖॱ σοὶ δὲ εἴ πηι ἄλληι δέδοκται. λέγε καὶ δίδασκεॱ εἰ δʼ ἐμμένεις τοῖ πρόσθε. τὸ μετὰ τοῦτο ἄκουε:

#Κρίτων ἀλλʼ ἐμμένω τε, καὶ συνδοκεῖ μοι. ἀλλὰ λέγε:

#Σωκράτης λέγω δὴ αὖτὸ μετὰ τοῦτοॱ μᾶλλον δʼ ἐρωτῶॱ πότερον· ἃ ἄν τις ὁμολογήσηι τωι, δίκαια ὄντα· ποιητέον. ἢ ἐξαπατητέον:

#Κρίτων ποιητέον:

#Σωκράτης ἐκ τούτων δὴ ἄθρει· ἀπιόντες ἐνθένδε ἡμεῖς, μὴ πείσαντες τὴν πόλιν·

Paris1808

#Σωκράτης γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ. σοὶ δὲ εἴ πηι ἄλληι δέδοκται, λέγε καὶ δίδασκε· εἰ δὲ ἐμμένεις τοῖς πρόσθεν. τὸ μετὰ τοῦτο ἄκουε:

#Κρίτων ἀλλʼ ἐμμένω τὲ καὶ συνδοκεῖ μοι· ἀλλὰ λέγε:

#Σωκράτης λέγω δὴ αὖ τὸ μετὰ τοῦτο· μᾶλλον δʼ ἐρωτῶ· πότερον ἃ ἄν τις ὁμολογήσηι τῶι δίκαια ὄντα, ποιητέον ἢ ἐξαπατητέον:

#Κρίτων ποιητέον:

#Σωκράτης ἐκ τούτων δὴ ἄθρει· ἀπιόντες ἐνθένδε ἡμεῖς μὴ πείσαντες τὴν πόλιν·

Tuebingen

#Σωκράτης γὰρ καὶ πάλαι, οὕτω καὶ νῦν ἔτι δοκεῖॱ σὺ δὲ εἴ πηι ἄλληι δέδοκται. λέγε καὶ δίδασκε: εἰ δʼ ἐμμένεις τοῖς πρόσθεν. τὸ μετὰ τοῦτο ἄκουε:

#Κρίτων ἀλλʼ ἐμμένω τε καὶ συνδοκεῖ μοι· ἀλλὰ λέγε:

#Σωκράτης λέγω δὴ αὖτὸ μετὰ τοῦτοॱ μᾶλλον δʼ ἐρωτῶॱ πότερον ἃ ἄν τις ὁμολογήσηι τωι δίκαια ὄντα ποιητέον. ἢ ἐξαπατητέον:

#Κρίτων ποιητέον:

#Σωκράτης ἐκ τούτων δὴ ἄθρει ἀπιόντες ἐνθένδε ἡμεῖς μὴ πείσαντες τὴν πόλινॱ