Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

45a
CLARK

#Κρίτων φοβηῖ, ἔασον αὐτὸ χαίρειν· ἡμεῖς γάρ που δίκαιοί ἐσμέν σώσαντές σε, κινδυνεύειν τοῦτον τὸν κίνδυνον: καὶ ἐὰν δέηι ἔτι τούτου μείζωॱ ἀλλʼ ἐμοὶ πείθου. καὶ μὴ ἄλλως ποίει:

#Σωκράτης καὶ ταῦτα προμηθοῦμαι ὦ κρίτων. καὶ ἄλλα πολλά:

#Κρίτων μήτε τοίνυν ταῦτα φοβοῦ. καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν, ὃ θέλουσι λαβόντές τινες, σῶσαι σε. καὶ ἐξαγαγεῖν ἐνθένδεॱ ἔπειτα, οὐχ ὁρᾶις τούτους τοὺς συκοφάνταςॱ ὡς εὐτελεῖς; καὶ οὐδὲν ἂν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίουॱ σοὶ δὲ ὑπάρχει μὲν

Paris1808

#Κρίτων φοβηῖ. ἔασον αὐτὸ χαίρειν· ἡμεῖς γάρ που δίκαιοι ἐσμὲν· σώσαντές σε κινδυνεύειν τοῦτον τὸν κίνδυνον. καὶ ἐὰν δέηι ἔτι τούτου μείζω· ἀλλʼ ἐμοὶ πείθου· καὶ μὴ ἄλλως ποίει:

#Σωκράτης καὶ ταῦτα προμηθοῦμαι ὦ κρίτων καὶ ἄλλα πολλά:

#Κρίτων μή τοίνυν ταῦτα φοβοῦ. καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν. ὃ θέλουσι λαβόντες τινὲς σῶσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε. ἔπειτα οὐχ ὁραῖς. τούτους τοὺς συκοφάντας. ὡς εὐτελεῖς. καὶ οὐδὲν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίου· σοὶ δὲ ὑπάρχει μὲν

Tuebingen

#Κρίτων φοβηῖ, ἔασον αὐτὸ χαίρειν· ἡμεῖς γάρ που δίκαιοί ἐσμέν. σώσαντές σε, κινδυνεύειν τοῦτον τὸν κΐνδυνον· καὶ ἐὰν δέηι ἔτι τούτου μείζωॱ ἀλλʼ ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει:

#Σωκράτης καὶ ταῦτα προθυμοῦμαι ὦ κρίτων καὶ ἄλλα πολλά:

#Κρίτων μήτε τοίνυν ταῦτα φοβοῦॱ καὶ γὰρ οὐδὲ πολὺ τἀργύριον ἐστιν ὃ θέλουσι λαβόντες τινὲς σῶσαι σε καὶ ἐξαγαγεῖν ἐνθένδεॱ ἔπειτα , οὐχ ὁραῖς τούτους τοὺς συκοφάντας ὡς εὐτελεῖς; καὶ οὐδὲν ἂν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίου; σοὶ δὲ ὑπάρχει μὲν

45b
CLARK

#Κρίτων τὰ ἐμὰ χρήματα. ὡς ἐγὼ οἶμαι ῾ἵκανάॱ ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος, οὐκ οἴει δεῖν ἀναλίσκειν τἀμά, ξένοι οὗτοι ἐνθάδε, ἕτοιμοι ἀναλίσκεινॱ εἷς δὲ, καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο, ἀργύριον ῾ἵκανόν· σιμμίας ὁ Θηβαῖοςॱ ἕτοιμος δὲ καὶ κέβηςॱ καὶ ἄλλοι πολλοὶ πάνυ· ὥστε ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμηις σαυτὸν σῶσαι, μήτε ὃ ἔλεγες ἐν τῶι δικαστηρίωι, δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν, ὅτι χρῶιο, σαυτῶι: πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε, ὅποι ἂν ἀφίκηι, ἀγαπήσουσί

Paris1808

#Κρίτων τὰ ἐμὰ χρήματα· ὡς ἐγὼ οἶμαι, ἱκανά· ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος. οὐκ οἴει δεῖν ἀναλίσκειν τἀ εμά, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν· εἷς δὲ καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο ἀργύριον ἱκανόν. σιμμίας ὁ Θηβαῖος. ἕτοιμος δὲ καὶ κέβης καὶ ἄλλοι πολλοὶ πάνυ. ὥστε ὅπερ λέγω· μήτε ταῦτα φοβούμενος ἀποκάμηις σῶσαι σαυτὸν· μήτε ὃ ἔλεγες ἐν τωῖ δικαστηρίωι δυσχερές σοι γενέσθω· ὅτι οὐκ ἔχοις ἐξελθὼν ὅτι χρωῖο σαυτωῖ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅποι ἀφίκηι· ἀγαπήσουσί

Tuebingen

#Κρίτων τὰ ἐμὰ χρήματα · ὡς ἐγὼ οἶμαι ἱκανὰॱ ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει δεῖν ἀναλίσκειν τἀμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκεινॱ εἷς δὲ καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο ἀργύριον ἱκανόνॱ σιμμίας ὁ Θηβαῖος. ἕτοιμος δὲ καὶ κέβης· καὶ ἄλλοι πολλοὶ πάνυॱ ὥστε ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμηις σαυτὸν σῶσαιॱ μήτε ὃ ἔλεγες ἐν τωῖ δικαστηρίωι. δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν. ὅτϊ χρωῖο σαυτωῖ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε· ὅπου ἂν ἀφίκηι, ἀγαπήσουσί

45c
CLARK

#Κρίτων σεॱ ἐὰν δὲ βούληι, εἰς Θετταλίαν ϊέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοιॱ οἵ σε περὶ πολλοῦ ποιήσονταιॱ καὶ ἀσφάλειάν σοι παρέξονται· ὥστέ σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίανॱ ἔτι δέ ὦ σώκρατεςॱ οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι. ἐξὸν σωθῆναιॱ καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι· ἅπερ ἂν. καὶ οἱ ἐχθρόι σου σπεύσαιέν τε, καὶ ἔσπευσαν. σὲ διαφθεῖραιॱ βουλόμενοιॱ πρὸς δὲ τούτοις· καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ, ἔμοιγε δοκεῖς. προδιδόναι· οὕς σοι ἐξὸν, καὶ ἐκθρέψαι· καὶ

Paris1808

#Κρίτων σε. ἐὰν δὲ βούληι· εἰς Θετταλίαν ἰέναι· εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι οἵ σε περὶ πολλοῦ ποιήσονται καὶ ἀσφάλειάν σοι παρέξονται. ὥστε σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν. ἔτι δὲ ὦ σώκρατες. οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα σαυτὸν προδοῦναι ἐξὸν σωθῆναι. καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι· ἅπερ καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν. σὲ διαφθεῖραι βουλόμενοι· πρὸς δὲ τούτοις· καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι· οὕς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ

Tuebingen

#Κρίτων σεॱ ἐὰν δὲ βούληι εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐκεῖ ἐμοὶ ξένοι. οἵ σε περῒ πολλοῦ ποιήσονταιॱ καὶ ἀσφάλειάν σοι παρέξονται· ὥστέ σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν. ἔτι δέ ὦ σώκρατεςॱ οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα σαυτὸν προδοῦναι. ἐξὸν σωθῆναιॱ καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαιॱ ἅπερ ἂν καὶ οἱ ἐχθροί σε, σπεύσαιέν τε, καὶ ἔσπευσαν· σὲ διαφθεῖραι βουλόμενοιॱ πρὸς δὲ τούτοις, καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς . προδιδόναιॱ οὕς σοι ἐξὸν, καὶ ἐκθρέψαι καὶ

45d
CLARK

#Κρίτων ἐκπαιδεῦσαι, οἰχήσηι καταλιπών· καὶ τὸ σὸν μέρος, ὅτι ἂν τύχωσι, τοῦτο πράξουσιν ॱ τεύξονται δέ ὡς τὸ εἰκός τοιούτων. οἷάπερ εἴωθεν γίγνεσθαι ἐν ταῖς ὀρφανίαις, περὶ τοὺς ὀρφανούςॱ ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας, ἢ συνδιαταλαιπωρεῖν, καὶ τρέφοντα, καὶ παιδεύονταॱ σὺ δέ μοι δοκεῖς, τὰ ῥαιθυμότατα αἱρεῖσθαιॱ χρὴ δέ. ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαιॱ φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαιॱ ὡς ἔγωγε, καὶ ὑπὲρ σοῦ· καὶ ὑπὲρ

Paris1808

#Κρίτων ἐκπαιδεῦσαι οἰχήσηι καταλιπών. καὶ τὸ σὸν μέρος ὅτι τύχωσι τοῦτο πράξουσι· τεύξονται δὲ ὡς τὸ εἰκός τοιούτων. οἷάπερ εἴωθε γίγνεσθαι ἐν ταῖς ὀρφανείαις περὶ τοὺς ὀρφανούς. ἢ γὰρ οὐ χρὴν ποιεῖσθαι παῖδας, ἢ συνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα· σὺ δέ μοι δοκεῖς τὰ ῥαθυμότατα αἱρεῖσθαι· χρὴ δὲ ἅπερ ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι· φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαιॱ ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ· καὶ ὑπὲρ

Tuebingen

#Κρίτων ἐκπαιδεῦσαι, οἰχήσηι καταλιπώνॱ καὶ τὸ σὸν μέρος ὅτϊ ἂν τύχωσι, τοῦτο πράξουσι· τεύξονται δὲ ὡς τὸ εἰκός τοιούτων, οἷαπερ εἴωθε γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούςॱ ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας· ἢ συνδιαταλαιπωρεῖν. καὶ τρέφοντα· καὶ παιδεύονταॱ σὺ δέ μοι δοκεῖς τὰ ῥαιθυμότατα αἱρεῖσθαιॱ χρὴ δὲ ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαιॱ φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαιॱ ὡς ἔγωγε, καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ

45e
CLARK

#Κρίτων ἡμῶν, τῶν σῶν ἐπιτηδείων αἰσχύνομαιॱ μὴ δόξηι ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ, ἀνανδρίαι τινὶ τηι ἡμετέραι πεπρᾶχθαι· καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν. ἐξὸν μὴ εἰσελθεῖν· καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης, ὡς ἐγένετο· καὶ τὸ τελευταῖον δὴπου τουτὶ· ὥσπερ κατάγελως τῆς πράξεως· κακίαι τινὶ, καὶ ἀνανδρίαι τῆι ἡμετέραι, διαπεφευγέναι

Paris1808

#Κρίτων ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι· μὴ δόξηι ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ. ἀνανδρίαι τινὶ τηῖ ἡμετέραι πεπρᾶχθαιॱ καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθες. ἐξὸν μὴ εἰσελθεῖν. καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετοॱ καὶ τὸ τελευταῖον δὴ τουτὶ ὥσπερ κατάγελως τῆς πράξεως κακία τινὶ καὶ ἀνανδρίαι τηῖ ἡμετέραῖ διαπεφευγέναι

Tuebingen

#Κρίτων ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι· μὴ δόξηι ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίαι τινὶ τηῖ ἡμετέραι πεπρᾶχθαιॱ καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν. ἐξὸν μὴ εἰσελθεῖν· καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετο· καὶ τὸ τελευταῖον δὴπου τουτὶ ὥσπερ κατάγελως τῆς πράξεως κακίαι τινὶ καὶ ἀνανδρίαι τηῖ ἡμετέραι διαπεφευγέναι