Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

53a
CLARK

#Σωκράτης ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας· ἢ οἱ χωλοί τε καὶ τυφλοί· καὶ οἱ ἄλλοι ἀνάπηροιॱ οὕτω σοι διαφερόντως τῶν ἄλλων ἀθηναίων, ἤρεσκεν· ἡ πόλις τε. καὶ ἡμεῖς οἱ νόμοι, δῆλον ὅτι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι, ἄνευ νόμωνॱ νῦν δὲ δὴ οὐκ ἐμμένεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθει ὦ σώκρατες. καὶ οὐ καταγέλαστός τε ἔσει ἐκ τῆς πόλεως ἐξελθώνॱσκόπει γὰρ δή· ταῦτα παραβὰς, καὶ ἐξαμαρτάνων τὶ τούτων, τί ἀγαθὸν ἐργάσει· σαυτὸν ἢ τοὺς ἐπιτηδείους τοὺς

Paris1808

#Σωκράτης ἀλλʼ ἐλάττω: ἐξ αὐτῆς ἀπεδήμησας. ἢ οἱ χωλοί τε καὶ τυφλοὶ· καὶ οἱ ἄλλοι ἀνάπηροι· οὕτως σοι διαφερόντως τῶν ἄλλων ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτιॱ τίνι γὰρ πόλις ἀρέσκοι ἄνευ νόμωνॱ νῦν δὲ δὴ οὐκ ἐμμένεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθηι ὦ σώκρατες· καὶ οὐ καταγέλαστός γε ἔσηι ἐκ τῆς πόλεως ἐξελθών.σκόπει γὰρ δὴ ταῦτα παραβὰς. καὶ ἐξαμαρτών τι τούτων, τί ἀγαθὸν ἐργάσηι σαυτὸν. ἢ τοὺς ἐπιτηδείους τοὺς

Tuebingen

#Σωκράτης ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας· ἢ οἱ χωλοί τε καὶ τυφλοί· καὶ οἱ ἄλλοι ἀνάπηροι· οὕτω σοι διαφερόντως τῶν ἄλλων ἀθηναίων ἤρεσκεν ἡ πόλις τὲ καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων· νῦν δὲ δὴ οὐκ ἐμμένεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθηι ὦ σώκρατες καὶ οὐ καταγέλαστός τε ἔσηι ἐκ τῆς πόλεως ἐξελθώνॱ σκόπει γὰρ δὴ ταῦτα· παραβὰς καὶ ἐξαμαρτάνων τί τούτων, τί ἀγαθὸν ἐργάσηι σαυτὸν, ἢ τοὺς ἐπιτηδείους τοὺς

53b
CLARK

#Σωκράτης σαυτοῦॱ ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν· καὶ στερηθῆναι τῆς πόλεωςॱ ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλονॱ αὐτὸς δὲ, πρῶτον μὲν, ἐὰν εἰς ῶν ἐγγύτατά τινα πόλεων ἔλθηιςॱ ἢ θήβαζε· ἢ μέγαράδεॱ εὐνομοῦνται γὰρ ἀμφότεραι, πολέμιος ἥξεις ὦ σώκρατες. τηῖ τούτων πολιτείαι· καὶ ὅσοιπερ κήδονται τῶν αὐτῶν πόλεων, ὑποβλέψονταί σε, διαφθορέα ἡγούμενοι τῶν νόμων· καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν. ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην

Paris1808

#Σωκράτης σαυτοῦ· ὅτι μὲν γὰρ κινδυνεύσουσι γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν· καὶ στερηθῆναι τῆς πόλεως ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον· αὐτὸς δὲ πρῶτον μὲν· ἐὰν εἰς τῶν ἐγγύτατα τινὰ πόλεων ἔλθηις. ἢ Θήβαζε· ἢ μεγάραδε εὐνομοῦνται γὰρ ἀμφότεραι, πολέμιος ἥξεις ὦ σώκρατες τηῖ τούτων πολιτείαι. καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων, ὑποβλέψονταί σε· διαφθορέα ἡγούμενοι τῶν νόμων· καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν· ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην;

Tuebingen

#Σωκράτης σαυτοῦ· ὅτι μὲν γὰρ κινδυνεύσουσί γε σοῦ οἱ ἐπιτήδειοι· καὶ αὐτοὶ φεύγειν· καὶ στερηθῆναι τῆς πόλεως· ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον· αὐτὸς δὲ πρῶτον μὲν· ἐὰν εἰς τῶν ἐγγύτατα τινὰ πόλεων ἔλθηις· ἢ θήβαζε· ἢ μεγαράδε· εὐνομοῦνται γὰρ ἀμφότεραι, πολέμιος ἥξεις ὦ σώκρατες. τηῖ τούτων πολιτείαι· καὶ ὅσοιπερ κήδονται τῶν αὐτῶν πόλεων, ὑποβλέψονταί σεॱ διαφθορέα ἡγούμενοι τῶν νόμων· καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην

53c
CLARK

#Σωκράτης δικάσαιॱ ὅστις γὰρ νόμων διαφθορεύς ἐστι, σφόδρα που δόξειεν ἂν νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναιॱ πότερον οὖν, φεύξει τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους; καὶ τοῦτο ποιοῦντι· ἆρα ἄξιόν σοι ζῆν ἔσται; ἢ πλησιάσεις τούτοις, καὶ ἀναισχυντήσεις διαλεγόμενοςॱ τίνας λόγους ὦ σώκρατες· ἢ οὕσπερ ἐνθάδε· ὡς ἡ ἀρετὴ· καὶ ἡ δικαιοσύνη· πλείστου ἄξιον τοῖς ἀνθρώποιςॱ καὶ τὰ νόμιμα· καὶ οἱ νόμοι· καὶ οὐκ οἴει ἄσχημον ἂν φανεῖσθαι τὸ τοῦ σωκράτους

Paris1808

#Σωκράτης δικάσαι· ὅστις γὰρ νόμων διαφθορεύς ἐστι· σφόδρά που δόξειεν ἂν, νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι· πότερον οὖν φεύξηι τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους· καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιον ἔστι σοι ζῆν. ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος τινὰς λόγους ὦ σώκρατες οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις · καὶ τὰ νόμιμα καὶ οἱ νόμοι· καὶ οὐκ οἴει ἄσχημον φανεῖσθαι τὸ τοῦ σωκράτους

Tuebingen

#Σωκράτης δικάσαι· ὅστις γὰρ νόμων διαφθορεύς ἐστι, σφόδρα που δόξειεν ἂν. νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναιॱ πότερον οὖν φεύξηι τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους; καὶ τοῦτο ποιοῦντι· ἆρα ἄξιόν σοι ζῆν ἔσται; ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις δϊαλεγόμενος ॱ τίνας λόγους ὦ σώκρατεςॱ ἢ οὕσπερ ἐνθάδεॱ ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις · καὶ τὰ νόμϊμα καὶ οἱ νόμοι· καὶ οὐκ οἴει ἄσχημον ἂν φανεῖσθαι τὸ τοῦ σωκράτους

53d
CLARK

#Σωκράτης πρᾶγμα; οἴεσθαί γε χρήॱ ἀλλʼ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖςॱ ἥξεις δὲ εἰς Θετταλίαν, παρὰ τοὺς ξένους τοὺς κρίτωνος; ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασίαॱ καὶ ΐσως ἂν, ἡδέως σου ἀκούοιεν· ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκεςॱ σκευήν τέ τινα περιθέμενοςॱ ἢ διφθέραν λαβὼν· ἢ ἄλλα. οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι, οἱ ἀποδιδράσκοντεςॱ καὶ τὸ σχῆμα τὸ σαυτοῦ καταλλάξας· ὅτι δὲ γέρων ἀνήρ· σμικροῦ χρόνου τωῖ βίωι λοιποῦ ὄντος ὡς τὸ εἰκός,

Paris1808

#Σωκράτης πρᾶγμα; οἴεσθαί γε χρή· ἀλλʼ ἐκ μὲν τούτων τῶν πόλεων ἀπαρεῖς· ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοῦ κρίτωνος. ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία. καὶ ἴσως . ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινὰ περιθέμενος ἢ διφθέραν λαβὼν. ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες· καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας. ὅτι δὲ γέρων ἀνὴρ· σμικροῦ χρόνου τωῖ βίωι λοιποῦ ὄντος ὡς τὸ εἰκός,

Tuebingen

#Σωκράτης πρᾶγμα; οἴεσθαί γε χρήॱ ἀλλʼ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖςॱ ἥξεις δὲ εἰς Θετταλίαν· παρὰ τοὺς ξένους τοὺς κρίτωνος· ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασίαॱ καὶ ἴσως ἂν, ἡδέως σου ἀκούοιενॱ ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκεςॱ σκευὴν τέ τινα περϊθέμενοςॱ ἢ διφθέραν λαβὼν· ἢ ἄλλα· οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντεςॱ καὶ τὸ σχῆμα τὸ σαυτοῦ καταλλάξας· ὅτι δὲ γέρων ἀνὴρ· σμικροῦ χρόνου τωῖ βίωι λοιποῦ ὄντος, ὡς τὸ εἰκὸς,

53e
CLARK

#Σωκράτης ἐτόλμησας οὕτως αἰσχρῶς ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ. ᾽ΐσως, ἂν μή τινα λυπηῖςॱ εἰ δὲ μή, ἀκούσει, ὦ σώκρατες. πολλὰ καὶ ἀνάξια σαυτοῦ· ὑπερχόμενος δὴ βιώσει πάντας ἀνθρώπους, καὶ δουλεύων; τί ποιῶν. ἢ εὐωχούμενος ἐν Θετταλίαι· ὥ περ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίανॱ λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς. ποῦ ἡμῖν ἔσονταιॱ

Paris1808

#Σωκράτης ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆνॱ νόμους τοὺς μεγίστους παραβὰς οὐδεὶς ὃς ἐρεῖ· ἴσως ἂν μή τινα λυπηῖς. εἰ δὲ μή, ἀκούσηι ὦ σώκρατες· πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ πάντας ἀνθρώπους βιώσηι· καὶ δουλεύων. τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίαι· ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν· λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς. ποῦ ἡμῖν ἔσονταιॱ

Tuebingen

#Σωκράτης ἐτόλμησας οὕτως αἰσχρῶς ἐπϊθϋμεῖν ζῆν· νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ· ἴσως ἂν μή τινα λυπηῖςॱ εἰ δὲ μὴ. ἀκούσηι ὦ σώκρατες, πολλὰ καὶ ἀνάξϊα σαυτοῦॱ ὑπερχόμενος δὴ βιώσηι πάντας ἀνθρώπους καὶ δουλεύωνॱ τί ποιῶν. ἢ εὐωχούμενος ἐν Θετταλΐαι· ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίανॱ λόγοι δὲ ἐκεῖνοι· οἱ περὶ δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς, ποῦ ἡμῖν ἔσονταιॱ