Manuscript Alignment

Plato's Crito


Clark: A digital encoding of Ms Clark 39, 20v-26r, Oxford, University Bodleian Library
Paris1808: A digital encoding of Ms Grec 1808, 17r-21v, Paris, Bibliothèque Nationale
Tuebingen: A digital encoding of Ms Gr Mb 14, 21-38, Tübingen, Universität, Bibliothek

47a
CLARK

#Σωκράτης αὔριον· καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά· σκόπει δή· οὐχ ῾ϊκανῶς δοκεῖ σοι λέγεσθαι· ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν· ἀλλὰ τὰς μέν, τὰς δʼ οὔ; οὐδὲ πάντων· ἀλλὰ τῶν μέν. τῶν δʼ οὔ; τί φήις· ταῦτα, οὐχὶ καλῶς λέγεται ̦:

#Κρίτων καλῶς:

#Σωκράτης οὐκοῦν·τὰς μὲν χρηστὰς τιμᾶν· τὰς δὲ πονηρὰς μή ̦:

#Κρίτων ναί:

#Σωκράτης χρησταὶ δὲ, οὐχ αἱ τῶν φρονίμων· πονηραὶ δὲ, αἱ τῶν ἀφρόνων ̦:

#Κρίτων πῶς δʼ οὔ:

#Σωκράτης φέρε δή· πῶς αὖ, τὰ τοιαῦτα ἐλέγετο· γυμναζόμενος

Paris1808

#Σωκράτης αὔριον· καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφοράॱ σκόπει δή· οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι. ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν· ἀλλὰ τὰς μέν, τὰς δʼ οὔ; οὐδὲ πάντων. ἀλλὰ τῶν μέν, τῶν δʼ οὔ. τί φηὶς ταῦτα οὐχὶ καλῶς λέγεται ̦:

#Κρίτων καλῶς:

#Σωκράτης οὐκοῦν τὰς μὲν χρηστὰς τιμαῖν· τὰς δὲ πονηρὰς μή ̦:

#Κρίτων ναί:

#Σωκράτης χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων· πονηραὶ δὲ αἱ τῶν ἀφρόνων:

#Κρίτων πῶς δʼ οὔ:

#Σωκράτης φέρε δὴ πῶς αὖ τὰ τοιαῦτα ἐλέγετοॱ γυμναζόμενος

Tuebingen

#Σωκράτης αὔριον· καὶ οὐκ ἄν σε παρακρούοι. ἡ παροῦσα συμφορά· σκόπει δὴ· οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι· ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν· ἀλλὰ τὰς μέν. τὰς δʼ οὔ; οὐδὲ πάντων. ἀλλὰ τῶν μέν. τῶν δʼ οὔ. τί φηὶς, ταῦτα οὐχὶ καλῶς λέγεται;

#Κρίτων καλῶς:

#Σωκράτης οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν· τὰς δὲ πονηρὰς μή;

#Κρίτων ναί:

#Σωκράτης χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων· πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;

#Κρίτων πῶς δʼ οὔ:

#Σωκράτης φέρε δὴ πῶς αὖ τὰ τοιαῦτα ἐλέγετοॱ γυμναζόμενος

47b
CLARK

#Σωκράτης ἀνὴρ, καὶ τοῦτο πράττων· πότερον παντὸς ἀνδρὸς ἐπαίνωι. καὶ ψόγωι· καὶ δόξηι τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου· ὃς ἂν τυγχάνηι ᾽ϊατρὸς ἢ παιδοτρίβης ὤν:

#Κρίτων ἑνὸς μόνου:

#Σωκράτης οὐκοῦν. φοβεῖσθαι χρὴ τοὺς ψόγουςॱ καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους, τοὺς τοῦ ἑνὸς ἐκείνου. ἀλλὰ μὴ τοὺς ῶν πολλῶν:

#Κρίτων δῆλα δή:

#Σωκράτης ταύτηι ἄρα αὐτῶι πρακτέον· καὶ γυμναστέον· καὶ ἐδεστέον γε· καὶ ποτέον· ἧ ἂν τῶι ἑνὶ δοκῆ τῶ ἐπιστάτηι· καὶ ἐπαΐοντι μᾶλλον, ἢ ᾗ σύμπασι τοῖς ἄλλοις:

#Κρίτων ἔστι ταῦτα:

#Σωκράτης εἶεν: ἀπειθήσας δὲ τῶι ἑνὶ· καὶ ἀτιμάσας

Paris1808

#Σωκράτης ἀνὴρ καὶ τοῦτο πράττων· πότερον παντὸς ἀνδρὸς ἐπαίνωι καὶ ψόγωι τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς τυγχάνηι ἰατρὸς ἢ παιδοτρίβης ὤν:

#Κρίτων ἑνὸς μόνου:

#Σωκράτης οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους. τοὺς τοῦ ἑνὸς ἐκείνου. ἀλλὰ μὴ τοὺς τῶν πολλῶν:

#Κρίτων δῆλα δή:

#Σωκράτης ταύτη ἄρα αὐτωῖ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον· ηἷ τῶι ἑνὶ δοκηῖ· τωῖ ἐπιστάτηι καὶ ἐπαΐοντι μᾶλλονॱ ἢ ηἷ ξύμπασι τοῖς ἄλλοις:

#Κρίτων ἔστι ταῦτα:

#Σωκράτης εἶεν· ἀπειθήσας δὲ τωῖ ἑνὶ καὶ ἀτιμάσας

Tuebingen

#Σωκράτης ἀνὴρ· καὶ τοῦτο πράττων· πότερον παντὸς ἀνδρὸς. ἐπαίνωι. καὶ ψόγωι· καὶ δόξηι τὸν νοῦν προσέχειν ἢ ἑνὸς μόνου ἐκείνου· ὃς ἂν τυγχάνηι ἰατρὸς ἢ παιδοτρίβης ὤν;

#Κρίτων ἑνὸς μόνου:

#Σωκράτης οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους · καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου. ἀλλὰ μὴ τοὺς τῶν πολλῶν:

#Κρίτων δηλα δή:

#Σωκράτης ταύτηι ἄρα αὐτωῖ πρακτέον · καὶ γυμναστέον· καὶ ἐδεστέον γε· καὶ ποτέον· ἧ ἂν τωῖ ἑνὶ δοκηῖ τωῖ ἐπιστάτηι· καὶ ἐπαΐοντι μᾶλλον, ἢ ᾗ σύμπασι τοῖς ἄλλοις:

#Κρίτων ἔστι ταῦτα:

#Σωκράτης εἶεν· ἀπϊθήσας δὲ τωῖ ἑνὶ· καὶ ἀτιμάσας

47c
CLARK

#Σωκράτης αὐτοῦ τὴν δόξαν, καὶ τοὺς ἐπαίνους· τιμήσας δὲ τοὺς ῶν πολλῶν λόγους καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται;

#Κρίτων πῶς γὰρ οὔ:

#Σωκράτης τί δʼ ἔστι τὸ κακὸν τοῦτοॱ καὶ ποῖ τείνειॱ καὶ εἰς τί, τῶν τοῦ ἀπειθοῦντος:

#Κρίτων δῆλον, ὅτι εἰς ο σῶμα. τοῦτο γὰρ δϊόλλυσι:

#Σωκράτης καλῶς λέγεις: οὐκοῦν καὶ τἆλλα ὦ κρίτων, οὕτως. ϊνα μὴ πάντα διΐωμεν· καὶ δὴ καὶ περὶ τῶν δικαίων. καὶ ἀδίκων· καὶ αἰσχρῶν. καὶ καλῶν· καὶ ἀγαθῶν· καὶ κακῶν περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι· πότερον τῆ τῶν πολλῶν δόξηι δεῖ ἡμᾶς

Paris1808

#Σωκράτης αὐτοῦ τὴν δόξανॱ καὶ τοὺς ἐπαίνους. τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων· ἆρα οὐδὲν κακὸν πείσεται ̦:

#Κρίτων πῶς γὰρ οὔ:

#Σωκράτης τί δʼ ἔστι τὸ κακὸν τοῦτο· καὶ ποῖ τείνει· καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος:

#Κρίτων δῆλον ὅτι εἰς τὸ σῶμα. τοῦτο γὰρ διόλλυσι:

#Σωκράτης καλῶς λέγεις: οὐκοῦν καὶ τἆλλα ὦ κρίτων οὕτως· ἵνα μὴ πάντα διΐωμενॱ καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν ॱ καὶ ἀγαθῶν καὶ κακῶν· περὶ ὧν νῦν ἡμῖν ἐστιν ἡ βουλή. πότερον τηῖ τῶν πολλῶν δόξηι δεῖ ἡμᾶς

Tuebingen

#Σωκράτης αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνουςॱ τιμήσας δὲ τοὺς τῶν πολλῶν λόγους. καὶ μηδὲν ἐπαϊόντων· ἆρα οὐδὲν κακὸν πείσεται ̦:

#Κρίτων πῶς γὰρ οὔ:

#Σωκράτης τί δʼ ἔστι τὸ κακὸν τοῦτο. καὶ ποῖ τείνειॱ καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος:

#Κρίτων δηλον ὅτι εἰς τὸ σῶμα: τοῦτο γὰρ διόλλϋσι:

#Σωκράτης καλῶς λέγεις: οὐκοῦν καὶ τʼ ἄλλα ὦ κρίτων οὕτως, ἵνα μὴ πάντα διΐωμεν· καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων· καὶ αἰσχρῶν καὶ καλῶν· καὶ ἀγαθῶν καὶ κακῶν· περὶ ὧν νῧν ἡ βουλὴ ἡμῖν ἐστιॱ πότερον τῆ τῶν πολλῶν δόξηι· δεῖ ἡμᾶς

47d
CLARK

#Σωκράτης ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν. ἢ τῆι τοῦ ἑνός. εἴ τίς ἐστιν ἐπαΐων. ὃν δεῖ, καὶ αἰσχύνεσθαι· καὶ φοβεῖσθαι μᾶλλον, ἢ σύμπαντας τοὺς ἄλλουςॱ ὧι εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο, καὶ λωβησόμεθα· ὃ τῶι μὲν δικαίωι βέλτιον ἐγίγνετοॱ τῶι δὲ ἀδίκωι. ἀπώλλυτο· ἢ οὐδέν ἐστι τοῦτο:

#Κρίτων οἶμαι ἔγωγε ὦ σώκρατες:

#Σωκράτης φέρε δή· ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον· ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν· πειθόμενοι, μὴ τῆι τῶν ἐπαϊόντων δόξηι, ἆρα, βιωτὸν ἡμῖν ἐστι,

Paris1808

#Σωκράτης ἕπεσθαι καὶ φοβεῖσθαι ταυτὴν , ἢ τηῖ τοῦ ἑνὸς. εἴ τις ἐστὶν ἐπαΐων ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον· ἢ σύμπαντας· τοὺς ἄλλους· ὧι εἰ μὴ ἀκολουθήσομεν διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῶι μὲν δικαίω βέλτιον ἐγίγνετο· τῶι δὲ ἀδίκωι ἀπώλλυτο· ἢ οὐδέν ἐστι τοῦτο:

#Κρίτων οἶμαι ἔγωγε ὦ σώκρατες:

#Σωκράτης φέρε δή ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον. ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν· πειθόμενοι μὴ τῆι τῶν ἐπαϊόντων δόξηι· ἆρα βιωτὸν ἡμῖν ἐστι

Tuebingen

#Σωκράτης ἕπεσθαιॱ καὶ φοβεῖσθαι αὐτοὺς. ἢ τηῖ τοῦ ἑνός, εἲ τΐς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον· ἢ σύμπαντας τοὺς ἄλλους. ωἷ εἰ μὴ ἀκολουθήσομεν. διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθαॱ ὃ τωῖ μὲν δικαίωι, βέλτιον ἐγίγνετοॱ τωῖ δὲ ἀδίκωι ἀπώλλυτο· ἢ οὐδέν ἐστι τοῦτο:

#Κρίτων οἶμαι ἔγωγε ὦ σώκρατες:

#Σωκράτης φέρε δὴ ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον· ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν· πειθόμενοι, μὴ τηῖ τῶν ἐπαϊόντων δόξηι· ἆρα, βιωτὸν ἡμῖν ἐστι

47e
CLARK

#Σωκράτης διεφθαρμένου αὐτοῦॱ ἔστι δέ που τοῦτο,τὸ σῶμα, ἢ οὐχί:

#Κρίτων ναί:

#Σωκράτης ἆρʼ οὖν, βιωτὸν ἡμῖν ἐστι, μετὰ μοχθηροῦ, καὶ διεφθαρμένου σώματος;

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ μετʼ ἐκείνου ἆρʼ ἡμῖν βιωτὸν, διεφθαρμένου, ὧι τὸ ἄδικον μὲν λωβᾶταιॱ τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος, ἐκεῖνο ὅτι πότʼ ἐστι τῶν

Paris1808

#Σωκράτης διεφθαρμένου αὐτοῦ. ἔστι δέ που τοῦτο σῶμα; ἢ ὀυχί:

#Κρίτων ναί:

#Σωκράτης ἆρʼ οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ μετʼ ἐκείνου ἄρα ἡμῖν βιωτὸν διεφθαρμένου· τὸ ἄδικον μὲν λωβᾶται. τὸ δὲ δίκαιον ὀνίνησιν· ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο· ὅτί ποτʼ ἐστὶ τῶν

Tuebingen

#Σωκράτης διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τοῦτο τὸ σῶμα. ἢ οὐχί:

#Κρίτων ναί:

#Σωκράτης ἆρʼ οὖν βιωτὸν ἡμῖν ἐστὶ μετὰ μοχθηροῦ· καὶ διεφθαρμένου σώματος ̦:

#Κρίτων οὐδαμῶς:

#Σωκράτης ἀλλὰ μετʼ ἐκείνου ἄρʼ ἡμῖν βιωτὸν διεφθαρμένου ωἷ τὸ ἄδικον μὲν λωβᾶταιॱ τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο. ὅ, τί ποτʼ ἐστι τῶν