CDH XIII

Marthe Nemegeer /
  • Created on 2025-05-14 11:20:57
  • Translated by Manuel Kalekas
  • Aligned by Marthe Nemegeer
Latin
Ἑλληνική Transliterate
Ὅτι οὐδὲν ἄλλο ἐν τῇ τῶν πραγμάτων τάξει οὕτως ἧττον ποιητέον , τὸ τὴν κτίσιν , τὴν ὀφειλομένην τῷ δημιουργῷ τιμὴν ἀφαιρεῖν∙ καὶ μὴ ἀποδιδόναι ἀφεῖλε :
Ἀνσέλμος
Οὐδὲν μὲν ἐν τῇ τάξει τῶν πραγμάτων οὕτως ἧττον ποιητέον∙ ὡς τὸ τὴν κτίσιν τὴν ὀφειλομένην τῷ δημιουργῷ τιμὴν ἀφελεῖν , ἀφαιρεθεῖσαν τὲ οὐκ ἀποδοῦναι∙
Βώσσος
Οὐδὲν φανερώτερον κρίνω∙
Ἀνσέλμος
Οὐδὲν δὲ μᾶλλον ἀδίκως τί γίνεται , ἐκεῖνο οὗ μηδὲν ἕτερον ὡς ἐκεῖνο ἤττον ποιητέον∙
Βώσσος
Καὶ τοῦτο δῆλον∙
Ἀνσέλμος
Οἶμαι σε τοίνυν μὴ φάσκειν τὸν Θεὸν προσήκειν ἐκεῖνο ποιεῖν , οὗ μηδὲν ἀδικώτερον γίνεται∙ τόδ’ ἐστὶ τὴν κτίσιν μὴ τῷ Θεῳ ἀποδιδόναι ἀφεῖλε∙
Βώσσος
Μᾶλλον μὲν οὖν καὶ παντελῶς ἀρνοῦμαι∙
Ἀνσέλμος
Ἔτι , εἰ τοῦ Θεοῦ μηδὲν μεῖζον βέλτιον δικαιότερον ἐστὶν , ἐπεὶ τὸ ἐν τῇ τῶν πραγμάτων διατάξει τὴν τιμὴν ἐκείνου φυλάσσειν ἄκρα ἐστὶ δικαιοσύνη , ἄκρα δικαιοσύνη οὐδὲν ἄλλο αὐτός ἐστιν Θεός∙
Βώσσος
Καὶ τούτου φανερώτερον οὐδέν∙
Ἀνσέλμος
Οὐδαμῶς ἄρα οὐδ’ ὁτιοῦν δικαιότερον φυλάσσει , τῆς ἑαυτοῦ ἀξίας τὴν τιμὴν∙
Βώσσος
Καὶ τοῦτο συγχωρεῖν εἰκός∙
Ἀνσέλμος
Δοκεῖ δέ σοι τοῦτ’ αὐτὸν ἀκεραίως ἑαυτῷ τηρεῖν , εἴγε ἑαυτῷ ἀφαιρεῖσθαι ἐπιτρέπει , ὡς μήτ’ ἀποδίδοσθαι∙ μήτε τὸν ἀφηρηκότα τιμωρεῖσθαι ;
Βώσσος
Οὐ τολμῶ φάναι∙
Ἀνσέλμος
Δυοῖν ἄρα θάτερον ἀναγκαῖον∙ τὴν ἀφαιρεθεῖσαν ἀποδοῦναι τιμὴν , κόλασιν ἕπεσθαι∙ ἄλλως γὰρ , ἑαυτῷ Θεὸς οὐκ ἂν εἴη δίκαιος , πρὸς ἑκάτερον ἀδύνατος ἔσται∙ ὅπερ ἀθέμιτον καὶ μόνον ἐννοῆσαι∙

( 235 ) 100% LAT
( 0 ) 0% LAT - GRC

( 0 ) 0% LAT - GRC
( 240 ) 100% GRC