Yeats 464-522

Nicole Kiernan /
  • Created on 2025-05-06 23:18:00
  • Modified on 2025-05-06 23:18:20
  • Aligned by Nicole Kiernan
English
Ἑλληνική Transliterate
Χορός
τίς ὅντιν᾽ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
ἄρρητ᾽ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν ;
ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν .
ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
πυρὶ καὶ στεροπαῖς Διὸς γενέτας ,
δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
κῆρες ἀναπλάκητοι
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν .
φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίαν
ὕλαν ἀνά τ᾽ ἄντρα καὶ
πέτρας ἰσόταυρος
μέλεος μελέῳ ποδὶ χηρεύων ,
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα : τὰ δ᾽ ἀεὶ
ζῶντα περιποτᾶται .
δεινὰ μὲν οὖν , δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
οὔτε δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽ : τι λέξω δ᾽ ἀπορῶ .
πέτομαι δ᾽ ἐλπίσιν οὔτ᾽ , ἐνθάδ᾽ ὁρῶν οὔτ᾽ ὀπίσω .
τί γὰρ Λαβδακίδαις
τῷ Πολύβου νεῖκος ἔκειτ᾽ , οὔτε πάροιθέν ποτ᾽ ἔγωγ᾽
ἔμαθον , πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων .
ἀλλ᾽ μὲν οὖν Ζεὺς τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες : ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ' γὼ φέρεται ,
κρίσις οὔκ ἔστιν ἀλαθής : σοφίᾳ δ᾽ ἂν σοφίαν
παραμείψειεν ἀνήρ .
ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν , πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος , μεμφομένων ἂν καταφαίην .
φανερὰ γὰρ ἐπ᾽ αὐτῷ , πτερόεσσ᾽ ἦλθε κόρα
ποτέ , καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶς
φρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν .

Κρέων
ἄνδρες πολῖται , δείν᾽ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν ,
πάρειμ᾽ ἀτλητῶν . εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον ,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος ,
φέροντι τήνδε βάξιν . οὐ γὰρ εἰς ἁπλοῦν
ζημία μοι τοῦ λόγου τούτου φέρει ,
ἀλλ᾽ ἐς μέγιστον , εἰ κακὸς μὲν ἐν πόλει ,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι .

( 113 ) 61% ENG
( 71 ) 39% ENG - GRC

( 55 ) 19% ENG - GRC
( 239 ) 81% GRC