Synaxarion Cosmas

Habib Ibrahim /
Ἑλληνική
Ἑλληνική
العربية
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κοσμᾶ τοῦ ποιητοῦ , ἐπισκόπου Μαιουμᾶ , τοῦ Ἁγιοπολίτου , περὶ οὗ καὶ λόγος οὗτος ἐκ πατέρων καὶ εἰς ἡμᾶς ἀφίκετο . γὰρπατήρ φησιν Ἰωάννου τοῦ Δαμασκηνοῦ εὐγενὴς ὢν καὶ ἐξ εὐγενῶν γονέων καταγόμενος , πλούτῳ τε πολλῷ περιρρεόμενος καὶ δόξῃ καὶ τῇ ἄλλῃ περιφανείᾳ τοῦ βίουγνωριζόμενος , καὶ τὴν οἴκησιν ἔχων ἐν τῇ Δαμασκῷ τῇ περιφανεστάτῃ πόλει , προσελάβετό τινα τῶν ἀσηκρητῶν , ἄνδρα πολυμαθῆ καὶ σοφόν · ὃς καὶ τὸν αὐτοῦ υἱὸν Ἰωάννην πᾶσαν σοφίαν ἐξεπαίδευσε τὴν ἔξωθεν εἰς τὸ ἀκρότατον , ὡσαύτως καὶ τὴν καθ᾽ ἡμᾶς . Καὶ τοῦτο δῆλον ὑπάρχει καὶ καταφανὲς ἀπὸ τῶν φιλοπονηθέντων αὐτῷ συγγραμμάτων τε καὶ κανόνων , ὅτι μετὰ τῆς ἑλληνικῆς παιδείας καὶ πάσης ἱερᾶς καὶ θείας γνώσεως ἀνάπλεοι . αὐτὸς δὲ οὗτος πατὴρ τοῦ εἰρημένου πανσόφου Ἰωάννου προσελάβετο καὶ Κοσμᾶν τὸν μακαριώτατον , κομιδῇ νήπιον ὄντα ὀρφανίᾳ τε ὁμοῦ καὶ πενίᾳ πιεζόμενον ἐσχάτη · ὃν καὶ ἀναθρεψάμενος ἐπιμελῶς υἱοποιήσατο καὶ διὰ πάσης παιδεύσεως καὶ σοφίας θείας τε καὶ ἀνθρωπίνηςδιελθεῖν αὐτὸν ἐποίησε · διὸ σκεῦος ἐκλογῆς γεγονὼς μακάριος Κοσμᾶς 〈ἐπιπόθητος πᾶσι κατέστη . Πείρᾳ δὲ μαθεῖν ἡμῖν ἔξεστιν , ὁποῖος τῷ λόγῳ καὶ τῇ γνώσει γέγονε , τοῖς αὐτῷ πονηθεῖσι κανόσι τε καὶ τροπαρίοις καὶ ἑτέροις συγγράμμασιν ἐπιμελῶς ἐντυχοῦσι . Ἐπεὶ δὲ τῆς ὑψηλοτέρας διαγωγῆς ὀρεγόμενος ἦν , τὸν μοναδικὸν ὑπέδυ ζυγόν · ὃς ἀστέροςδίκην τῇ πολιτείᾳ ταύτῃ ἐκλάμψας , ἐπίσκοπος Μαιουμᾶ παρὰ τοῦ προέδρου Ἱεροσολύμων χειροτονεῖται . Καλῶς οὖν καὶ θεαρέστως καὶ ἐν τούτοις πολιτευσάμενος καὶ τὸ ποίμνιον ἐπὶ νομὰςὁδηγήσας σωτηρίους καὶ εἰς βαθὺ γῆρας ἐλάσας , ἀνεπαύσατο ἐν Κυρίῳ .

Μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Κοσμᾶ τοῦ ποιητοῦ ἐπισκόπου Μαϊουμᾶ τοῦ ἁγιοπολίτου οὕτος ἅγιος προσλαμβάνεται κομιδή νέος ὤν παρά τοῦ πατρός Ἰωάννου τοῦ δαμασκηνοῦ ὅς πλουτῶ πολλῶ ῥέων καὶ κοσμική δόξη , προσελάβετο τινα τῶν ἀσηκρῆτις ἄνδρα πολυμαθέστατόν καὶ λόγιον τόν τε σάρκινον υἱόν αὐτοῦ Ἰωάννην καὶ Κοσμάν τόν πνευματικόν παραδούς πᾶσαν σοφίαν θείαν τε καὶ ἀνθρωπίνην διδάσκειν αὐτούς παραγγήσατο ( ! ) . οἱ καὶ δεξιᾶς τυχόντες φύσεως πᾶσαν ἐν βραχεῖ γραμματικήν , ῥητορικήν τε καὶ φιλοσοφίαν ὑπ᾿αὐτοῦ διδαχθέντες ἔτι δὲ ἀστρονομίαν καὶ γεωμετρίαν ἐξασκήσαντες , πᾶσιν εἰδόσιν κατεφάνησαν πείρα δὲ μαθεῖν τοῖς [ ] λομένοις τήν αὐτῶν ἐν ἅπασιν τελειότητα ἐξ τοῖς τροπαρίοις αὐτῶν καὶ κανόσι λογογραφίαις ἄλλαις ἐντυχοῦσιν ἐπὶ δὲ τῆς ὑψηλοτέρας διαγωγῆς οἱ θαυμάσιοι οὔτοι ἱμείροντο , τόν μοναδικόν ζῆτον ὑπέρχονται καὶ μέν μακάριος Ἰωάννης πρεσβύτερος χειροτονηθείς τῷ πατριάρχῃ συνῄει Ἰερουσαλήμων δὲ ἀοίδιμος Κοσμᾶς πολλά πρός τῆς συνόδου πάσης τῆς κατὰ τήν ἁγίαν πόλιν παρακληθείς ἐπίσκοπος Μαϊουμᾶ προχειρίζεται καλῶς θεώρει ὡς πολιτευσάμενος καὶ τὸ ἑαυτοῦ ποίμνιον ἐπὶ νομάς ὁδηγησας σωτηρίοις καὶ εἰς βαθύ γῆρας ἐλάσας ἀνεπαύσατο ἐν κυρίῳ
وفي هذا اليوم ذكر ابينا البار قزما المنشي المقدسي اسقف ميماس هذا القديس منذ صغر سنه اعتصم بابي يوحنا الدمشقي الذي كان مخصبا بثروه جزيله تتدفق عليه وبشرف عالمي مفوضا اليه فاصطنع كاتبا من كتاب الانشا كان رجلا اوفر اهل زمانه علما وقديسا فسلم اليه ابنه الجسماني يوحنا وابنه الروحاني قزما ووصاه ان يعلمهما كل حكمه الاهيه وبشريه وكان طباعهما ميمونا فتعلما منه في مده يسيره كل علم النحو والمنطق والفلسفه واحكما ايضا علم التنجيم والهندسه واستبان فضلهما عند جميع من عرفهما والتجربه ممكنه لمن يوثر اختبار ما ذكرناه ويعرف كمالهما في جميع العلوم فانه اذا قرا الترنيمات والقوانين والمصنفات المنسوبه اليهما عرف كيف كانا في علمهما وتقاهما واذ كانا مشتاقين الى طريقه اعلى فضلا اشتملا زي الرهبانيه ونيرها فيوحنا المغبوط سامه بطرك اورشليم لما حضر عنده قسيسا وقزما المكرم طلب اليه جماعه الاساقفه التي كانت في مدينه القدس كثيرا وساموه على مدينه تدعى مايوما اسقفا فتصرف تصرفا حسنا ولله مرضيا ورعى رعيته في مراعي الخلاص وبلغ الى شيخوخه متناهيه وانصرف الى الرب

( 237 ) 90% GRC
( 27 ) 10% GRC - GRC

( 30 ) 17% GRC - GRC
( 146 ) 83% GRC

( 30 ) 17% GRC - GRC
( 146 ) 83% GRC