Fitzgerald 9.378-397

Maria Curley /
  • Created on 2024-07-01 17:00:43
  • Modified on 2024-07-02 05:41:02
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ἀλλʼ ὅτε δὴ τάχʼ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
ἅψεσθαι , χλωρός περ ἐών , διεφαίνετο δʼ αἰνῶς ,
καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός , ἀμφὶ δʼ ἑταῖροι
ἵσταντʼ · αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων .
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον , ὀξὺν ἐπʼ ἄκρῳ ,
ὀφθαλμῷ ἐνέρεισαν · ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
δίνεον , ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
τρυπάνῳ , οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
ἁψάμενοι ἑκάτερθε , τὸ δὲ τρέχει ἐμμενὲς αἰεί .
ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
δινέομεν , τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα .
πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
γλήνης καιομένης , σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι .
ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ .
σμερδαλέον δὲ μέγʼ ᾤμωξεν , περὶ δʼ ἴαχε πέτρη ,
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ · αὐτὰρ μοχλὸν
ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ .

( 81 ) 47% GRC
( 91 ) 53% GRC - ENG

( 99 ) 49% GRC - ENG
( 104 ) 51% ENG