Butler 9.543-566

Maria Curley /
  • Created on 2024-06-29 01:56:12
  • Modified on 2024-06-29 02:45:16
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ , ἔνθα περ ἄλλαι
νῆες ἐύσσελμοι μένον ἁθρόαι , ἀμφὶ δʼ ἑταῖροι
ἥατʼ ὀδυρόμενοι , ἡμέας ποτιδέγμενοι αἰεί ,
νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν ,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
δασσάμεθʼ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης .
ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
μήλων δαιομένων δόσαν ἔξοχα · τὸν δʼ ἐπὶ θινὶ
Ζηνὶ κελαινεφέι Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει ,
ῥέξας μηρίʼ ἔκαιον · δʼ οὐκ ἐμπάζετο ἱρῶν ,
ἀλλʼ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι .
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ ·
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε ,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι ·
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ,
ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους .

( 86 ) 45% GRC
( 106 ) 55% GRC - ENG

( 123 ) 53% GRC - ENG
( 111 ) 47% ENG