Butler 9.522-542

Maria Curley /
  • Created on 2024-06-28 23:05:05
  • Modified on 2024-07-01 18:02:56
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ὣς ἔφατʼ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω ,
ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων .
ὣς ἐφάμην , δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
κλῦθι , Ποσείδαον γαιήοχε κυανοχαῖτα ,
εἰ ἐτεόν γε σός εἰμι , πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι ,
δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα .
ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν ,
ὀψὲ κακῶς ἔλθοι , ὀλέσας ἄπο πάντας ἑταίρους ,
νηὸς ἐπʼ ἀλλοτρίης , εὕροι δʼ ἐν πήματα οἴκῳ .
ὣς ἔφατʼ εὐχόμενος , τοῦ δʼ ἔκλυε κυανοχαίτης .
αὐτὰρ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
ἧκʼ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον ,
κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
τυτθόν , ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι .
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
τὴν δὲ πρόσω φέρε κῦμα , θέμωσε δὲ χέρσον ἱκέσθαι .

( 87 ) 50% GRC
( 87 ) 50% GRC - ENG

( 97 ) 44% GRC - ENG
( 125 ) 56% ENG