Butler 9.500-521

Maria Curley /
  • Created on 2024-06-27 22:37:33
  • Modified on 2024-06-29 02:44:03
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ὣς φάσαν , ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν ,
ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ ·
Κύκλωψ , αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν ,
φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι ,
υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα .
ὣς ἐφάμην , δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ ·
πόποι , μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει .
ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε ,
Τήλεμος Εὐρυμίδης , ὃς μαντοσύνῃ ἐκέκαστο
καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν ·
ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω ,
χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς .
ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
ἐνθάδʼ ἐλεύσεσθαι , μεγάλην ἐπιειμένον ἀλκήν ·
νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
ὀφθαλμοῦ ἀλάωσεν , ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ .
ἀλλʼ ἄγε δεῦρʼ , Ὀδυσεῦ , ἵνα τοι πὰρ ξείνια θείω
πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον ·
τοῦ γὰρ ἐγὼ πάϊς εἰμί , πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι .
αὐτὸς δʼ , αἴ κʼ ἐθέλῃσʼ , ἰήσεται , οὐδέ τις ἄλλος
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων .

( 73 ) 40% GRC
( 108 ) 60% GRC - ENG

( 117 ) 46% GRC - ENG
( 136 ) 54% ENG