Wilson 9.444-463

Maria Curley /
  • Created on 2024-06-19 16:20:59
  • Modified on 2024-07-19 02:26:23
  • Translated by Emily Wilson (2017)
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι .
τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος ·
κριὲ πέπον , τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
ὕστατος ; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν ,
ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
μακρὰ βιβάς , πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις ,
πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
ἑσπέριος · νῦν αὖτε πανύστατος . σύ γʼ ἄνακτος
ὀφθαλμὸν ποθέεις , τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ ,
Οὖτις , ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον .
εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει ·
τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ , κὰδ δέ κʼ ἐμὸν κῆρ
λωφήσειε κακῶν , τά μοι οὐτιδανὸς πόρεν Οὖτις .
ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε .
ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην , ὑπέλυσα δʼ ἑταίρους .

( 64 ) 40% GRC
( 97 ) 60% GRC - ENG

( 117 ) 59% GRC - ENG
( 82 ) 41% ENG