lachete
filippo /
- Created on 2024-11-22 16:00:24
- Modified on 2024-11-22 16:04:15
- Translated by me
- Aligned by filippo
Ἑλληνική Transliterate
italiano
Τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις , ὦ Νικία τε καὶ Λάχης · οὗ δ ' ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώ τε καὶ Μελησίας ὅδε , τότε μὲν οὐκ εἴπομεν , νῦν δ ' ἐροῦμεν . ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι . εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι , καὶ ἐάν [ b ] τις αὐτοῖς συμβουλεύσηται , οὐκ ἂν εἴποιεν ἃ νοοῦσιν , ἀλλὰ στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν αὑτῶν δόξαν · ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν ἃ δοκεῖ ὑμῖν , οὕτω παρελάβομεν ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι . ἔστιν [ 179 ] [ a ] οὖν τοῦτο , περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι , τόδε . ἡμῖν εἰσὶν ὑεῖς οὑτοιί , ὅδε μὲν τοῦδε , πάππου ἔχων ὄνομα Θουκυδίδης , ἐμὸς δὲ αὖ ὅδε ‑ παππῷον δὲ καὶ οὗτος ὄνομ ' ἔχει τοὐμοῦ πατρός · Ἀριστείδην γὰρ αὐτὸν καλοῦμεν ‑ ἡμῖν οὖν τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόν τε μάλιστα , καὶ μὴ ποιῆσαι ὅπερ οἱ πολλοί , ἐπειδὴ μειράκια γέγονεν , ἀνεῖναι αὐτοὺς ὅτι βούλονται ποιεῖν , ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι αὐτῶν ἐπιμελεῖσθαι καθ ' ὅσον οἷοί τ ' ἐσμέν . εἰδότες οὖν καὶ [ b ] ὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν , εἴπερ τισὶν ἄλλοις , πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι · εἰ δ ' ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ , ὑπομνήσοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν , καὶ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθ ' ἡμῶν . ὅθεν δὲ ἡμῖν ταῦτ ' ἔδοξεν , ὦ Νικία τε καὶ Λάχης , χρὴ ἀκοῦσαι , κἂν ᾖ ὀλίγῳ μακρότερα . συσσιτοῦμεν γὰρ δὴ ἐγώ τε καὶ Μελησίας ὅδε , καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ .
[ c ] ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου , παρρησιασόμεθα πρὸς ὑμᾶς . ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους , καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ , διοικοῦντες τά τε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως · ἡμέτερα δ ' αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν . ταῦτα δὴ ὑπαισχυνόμεθά τε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν [ d ] εἴων τρυφᾶν , ἐπειδὴ μειράκια ἐγενόμεθα , τὰ δὲ τῶν ἄλλων πράγματα ἔπραττον · καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα ἐνδεικνύμεθα , λέγοντες ὅτι εἰ μὲν ἀμελήσουσιν ἑαυτῶν καὶ μὴ πείσονται ἡμῖν , ἀκλεεῖς γενήσονται , εἰ δ ' ἐπιμελήσονται , τάχ ' ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἃ ἔχουσιν . οὗτοι μὲν οὖν φασιν πείσεσθαι · ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν , τί ἂν οὗτοι μαθόντες ἢ ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο .
[ e ] εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα , ὅτι καλὸν εἴη τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι · καὶ ἐπῄνει τοῦτον ὃν νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον , κᾆτ ' ἐκέλευε θεάσασθαι . ἔδοξε δὴ χρῆναι αὐτούς τε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς , ἅμα δὲ συμβούλους τε καὶ κοινωνούς , ἐὰν βούλησθε , περὶ τῆς τῶν ὑέων ἐπιμελείας . [ 180 ] [ a ] ταῦτ ' ἐστὶν ἃ ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι . ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος , εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή , καὶ περὶ τῶν ἄλλων , εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἢ ἐπιτήδευμα , καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε