1 Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως 2 στόλον ἡμέτερον νάιον ἀρθέντ᾽ στόλον ἡμέτερον νάιον ἀρθέντ᾽ 3 ἀπὸ προστομίων λεπτοψαμάθων ἀπὸ προστομίων λεπτοψαμάθων 4 Νείλου. Δίαν δὲ λιποῦσαι Νείλου. Δίαν δὲ λιποῦσαι 5 χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, 6 οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν 7 ψήφῳ πόλεως γνωσθεῖσαν, ψήφῳ πόλεως γνωσθεῖσαν, 8 ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ, 9 γάμον Αἰγύπτου παίδων ἀσεβῆ γάμον Αἰγύπτου παίδων ἀσεβῆ 10 ᾽ξ᾽ονοταζόμεναι. ᾽ξ̓ονοταζόμεναι. 11 Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος 12 καὶ στασίαρχος τάδε πεσσονομῶν καὶ στασίαρχος τάδε πεσσονομῶν, 13 κύδιστ᾽ ἀχέων ἐπέκρανε, κύδιστ᾽ ἀχέων ἐπέκρανεν, 14 φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον, φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον, 15 κέλσαι δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ κέλσαι δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ 16 γένος ἡμέτερον τῆς οἰστροδόνου γένος ἡμέτερον τῆς οἰστροδόνου 17 βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας 18 Διὸς εὐχόμενον τετέλεσται. Διὸς εὐχόμενον τετέλεσται. 19 τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον 20 τῆσδ᾽ ἀφικοίμεθα τῆσδ᾽ ἀφικοίμεθα 21 σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις 22 ἐριοστέπτοισι κλάδοισιν; ἐριοστέπτοισι κλάδοισιν; 23 ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, 24 ὕπατοί τε θεοί, καὶ βαρύτιμοι ὕπατοί τε θεοί, καὶ βαρύτιμοι 25 χθόνιοι θήκας κατέχοντες, χθόνιοι θήκας κατέχοντες, 26 καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ 27 ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην 28 τὸν θηλυγενῆ στόλον αἰδοίῳ τὸν θηλυγενῆ στόλον αἰδοίῳ 29 πνεύματι χώρας· ἀρσενοπληθῆ δ᾽ πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽ 30 ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, 31 πρὶν πόδα χέρσῳ τῆ δ᾽ ἐν ἀσώδει πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει 32 θεῖναι, ξὺν ὄχῳ ταχυήρει θεῖναι, ξὺν ὄχῳ ταχυήρει 33 πέμψατε πόντονδ᾽· ἔνθα δὲ λαίλαπι πέμψατε πόντονδ᾽: ἔνθα δὲ λαίλαπι 34 χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽ χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽ 35 ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας 36 ἁλὸς ἀντήσαντες, ὄλοιντο, ἁλὸς ἀντήσαντες ὄλοιντο, 37 πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, 38 σφετεριξάμενοι πατραδέλφειαν σφετεριξάμενοι πατραδέλφειαν 39 τήνδ᾽ ἀεκόντων ἐπιβῆναι. τήνδ᾽ ἀεκόντων ἐπιβῆναι. 40 νῦν δ᾽ ἐπικεκλομένα νῦν δ᾽ ἐπικεκλομένα 41 Δῖον πόρτιν ὑπερ- Δῖον πόρτιν ὑπερ- 42 πόντιον τιμάορ᾽, ἶνίν τ᾽ πόντιον τιμάορ᾽, ἶνίν τ᾽ 43 ἀνθονομούσας προγόνου ἀνθονόμον τᾶς προγόνου 44 βοὸς ἐξ ἐπιπνοίας βοὸς ἐξ ἐπιπνοίας, 45 Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δ᾽ Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽ 46 ἐπεκραίνετο μόρσιμος αἰὼν ἐπεκραίνετο μόρσιμος αἰὼν 47 εὐλόγως, εὐλόγως, 48 Ἔπαφόν τ᾽ ἐγέννασεν· Ἔπαφόν τ᾽ ἐγέννασεν: 49 ὅντ᾽ ἐπιλεξαμένα, ὅντ᾽ ἐπιλεξαμένα, 50 νῦν ἐν ποιονόμοις νῦν ἐν ποιονόμοις 51 ματρὸς ἀρχαίας τόποις τῶν ματρὸς ἀρχαίας τόποις τῶν 52 πρόσθε πόνων μνασαμένα, πρόσθε πόνων μνασαμένα, 53 τά τε νῦν ἐπιδείξω τά τε νῦν ἐπιδείξω 54 πιστὰ τεκμήρια γαιονόμοις, πιστὰ τεκμήρια γαιονόμοις, 55 τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται. τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται. 56 γνώσεται γνώσεται 57 δὲ λόγους τις ἐν μάκει. δὲ λόγου τις ἐν μάκει. 58 εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων 59 ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων, ἐγγάιος οἶκτον [οἰκτρὸν] ἀίων, 60 δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας δοξάσει τιν᾽ ἀκούειν ὄπα τᾶς Τηρεΐας 61 Μήτιδος οἰκτρᾶς ἀλόχου, μήτιδος οἰκτρᾶς ἀλόχου, 62 κιρκηλάτου τ᾽ ἀηδόνος, κιρκηλάτας ἀηδόνος, 63 ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα 64 πενθεῖ μὲν οἶκτον ἠθέων· πενθεῖ νέον οἶκτον ἠθέων: 65 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως 66 ὤλετο πρὸς χειρὸς ἕθεν ὤλετο πρὸς χειρὸς ἕθεν 67 δυσμάτορος κότου τυχών· δυσμάτορος κότου τυχών: 68 τὼς καὶ ἐγὼ φιλόδυρ- τὼς καὶ ἐγὼ φιλόδυρ- 69 τος Ἰαονίοισι νόμοισι τος Ἰαονίοισι νόμοισι 70 δάπτω τὰν ἁπαλὰν δάπτω τὰν ἁπαλὰν 71 Νειλοθερῆ παρειὰν Νειλοθερῆ παρειὰν 72 ἀπειρόδακρύν τε καρδίαν. ἀπειρόδακρύν τε καρδίαν. 73 γοεδνὰ δ᾽ ἀνθεμίζομαι γοεδνὰ δ᾽ ἀνθεμίζομαι 74 δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς 75 ἀερίας ἀπὸ γᾶς ἀερίας ἀπὸ γᾶς 76 εἴ τις ἐστὶ κηδεμών. εἴ τις ἐστὶ κηδεμών. 77 ἀλλά, θεοὶ γενέται ἀλλά, θεοὶ γενέται, 78 κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες· κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες: 79 ἥβᾳ μὴ τέλεον ἥβᾳ μὴ τέλεον 80 δόντες ἔχειν παρ᾽ αἶσαν, δόντες ἔχειν παρ᾽ αἶσαν, 81 ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες, ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες, 82 πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις. πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις. 83 ἔστι δὲ κἀκ πολέμου τειρομένοις ἔστι δὲ κἀκ πολέμου τειρομένοις 84 βωμὸς ἀρῆς φυγάσιν βωμὸς ἀρῆς φυγάσιν 85 ῥῦμα, δαιμόνων σέβας. ῥῦμα, δαιμόνων σέβας. 86 εὖ δ᾽ εἴη Διόθεν παναληθῶς. εὖ δ᾽ εἴη Διόθεν παναληθῶς. 87 Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. 88 παντᾷ τοι φλεγέθει παντᾷ τοι φλεγέθει 89 κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ 90 μερόπεσσι λαοῖς. μερόπεσσι λαοῖς. 91 πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ, πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ, 92 κορυφᾷ Διὸς εἰ κρανθῇ, πρᾶγμα τέλειον. κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον. 93 δαυλοὶ γὰρ πραπίδων δαυλοὶ γὰρ πραπίδων 94 δάσκιοί τε τείνουσιν πόροι δάσκιοί τε τείνουσιν πόροι 95 κατιδεῖν ἄφραστοι. κατιδεῖν ἄφραστοι. 96 ἰάπτει δ᾽ ἐλπίδων ἰάπτει δ᾽ ἐλπίδων 97 ἀφ᾽ ὑψιπύργων πανώλεις ἀφ᾽ ὑψιπύργων πανώλεις 98 βροτούς, βίαν δ᾽ βροτούς, βίαν δ᾽ 99 οὔτιν᾽ ἐξοπλίζει· οὔτιν᾽ ἐξοπλίζει, 100 πᾶν ἄπονον δαιμονίων. πᾶν ἄπονον δαιμόνιον: 101 ἥμενος ὃν φρόνημά πως ᾗ μέμονεν φρόνημά πως 102 αὐτόθεν ἐξέπραξεν ἔμπας αὐτόθεν ἐξέπραξεν ἔμπας 103 ἑδράνων ἐφ᾽ ἁγνῶν. ἑδράνων ἀφ᾽ ἁγνῶν. 104 ἰδέσθω δ᾽ εἰς ὕβριν ἰδέσθω δ᾽ εἰς ὕβριν 105 βρότειον, οἵα νεάζει βρότειον, οἵᾳ νεάζει 106 πυθμὴν δι᾽ ἁ- πυθμὴν δι᾽ ἁ- 107 μὸν γάμον τεθαλὼς μὸν γάμον τεθαλὼς 108 δυσπαραβούλοισι φρεσίν, δυσπαραβούλοισι φρεσίν, 109 καὶ διάνοιαν μαινόλιν καὶ διάνοιαν μαινόλιν 110 κέντρον ἔχων ἄφυκτον, ἄταν δ᾽ κέντρον ἔχων ἄφυκτον, ἄτας 111 ἀπάτᾳ μεταγνούς. ἀπάταν μεταλγοῦς. 112 τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω 113 λιγέα βαρέα δακρυοπετῆ, λιγέα βαρέα δακρυοπετῆ, 114 ἰὴ ἰή, ἰὴ ἰή, 115 ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη ἰηλέμοισιν ἐμπρεπῆ: [θρεομένη μέλη] 116 ζῶσα γόοις με τιμῶ. ζῶσα γόοις με τιμῶ. 117 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, ἱλέομαι μὲν Ἀπίαν βοῦνιν, 118 καρβᾶνα δ᾽ αὐδὰν καρβᾶνα δ᾽ αὐδὰν 119 εὖ, γᾶ, κοννεῖς. εὖ, γᾶ, κοννεῖς. 120 πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι 121 λινοσινεῖ λινοσινεῖ 122 Σιδονία καλύπτρᾳ. Σιδονίᾳ καλύπτρᾳ. 123 θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς 124 ἐπίδρομ᾽, ὁπόθι θάνατος ἀπῇ. ἐπίδρομ᾽, ὁπόθι θάνατος ἀπῇ. 125 ἰὼ ἰώ, ἰὼ ἰώ, 126 ἰὼ δυσάγκριτοι πόνοι. ἰὼ δυσάγκριτοι πόνοι. 127 ποῖ τόδε κῦμ᾽ ἀπάξει; ποῖ τόδε κῦμ᾽ ἀπάξει; 128 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, ἱλέομαι μὲν Ἀπίαν βοῦνιν, 129 καρβᾶνα δ᾽ αὐδὰν καρβᾶνα δ᾽ αὐδὰν 130 εὖ, γᾶ, κοννεῖς. εὖ, γᾶ, κοννεῖς. 131 πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι 132 λινοσινεῖ λινοσινεῖ 133 Σιδονίᾳ καλύπτρᾳ. Σιδονίᾳ καλύπτρᾳ. 134 πλάτα μὲν οὖν λινορραφής τε πλάτα μὲν οὖν λινορραφής τε 135 δόμος ἅλα στέγων δορὸς δόμος ἅλα στέγων δορὸς 136 ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς· ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς: 137 οὐδὲ μέμφομαι· οὐδὲ μέμφομαι: 138 τελευτὰς δ᾽ ἐν χρόνῳ τελευτὰς δ᾽ ἐν χρόνῳ 139 πατήρ μοι παντόπτας πατήρ μοι παντόπτας 140 πρευμενεῖς κτίσειεν, πρευμενεῖς κτίσειεν, 141 σπέρμα σεμνᾶς μέγα ματρὸς σπέρμα σεμνᾶς μέγα ματρὸς 142 εὐνὰς ἀνδρῶν, ἒ ἔ, εὐνὰς ἀνδρῶν, ἒ ἔ, 143 ἄγαμον ἀδάματον ἐκφυγεῖν. ἄγαμον ἀδάματον ἐκφυγεῖν. 144 θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽ θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽ 145 ἐπιδέτω Διὸς κόρα, ἐπιδέτω Διὸς κόρα, 146 ἔχουσα σέμν᾽ ἐνώπι᾽ ἀσφαλῶς, ἔχουσα σέμν᾽ ἑδώλι᾽ ἀσφαλῆ, 147 παντὶ δὲ σθένει παντὶ δὲ σθένει 148 διωγμοῖς ἀσχαλῶσ᾽ διωγμοῖς ἀσχαλῶσ᾽ 149 ἀδμήτας ἀδμήτα ἀδμήτας ἀδμήτα 150 ῥύσιος γενέσθω, ῥύσιος γενέσθω, 151 σπέρμα σεμνᾶς μέγα ματρὸς σπέρμα σεμνᾶς μέγα ματρὸς 152 εὐνὰς ἀνδρῶν, ἒ ἔ, εὐνὰς ἀνδρῶν, ἒ ἔ, 153 ἄγαμον ἀδάματον ἐκφυγεῖν. ἄγαμον ἀδάματον ἐκφυγεῖν. 154 εἰ δὲ μή, μελανθὲς εἰ δὲ μή, μελανθὲς 155 ἡλιόκτυπον γένος ἡλιόκτυπον γένος 156 τὸν γάιον, τὸν γάιον, 157 τὸν πολυξενώτατον τὸν πολυξενώτατον 158 Ζῆνα τῶν κεκμηκότων Ζῆνα τῶν κεκμηκότων 159 ἱξόμεθα σὺν κλάδοις ἱξόμεθα σὺν κλάδοις 160 ἀρτάναις θανοῦσαι, ἀρτάναις θανοῦσαι, 161 μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. 162 ἆ Ζήν, Ἰοῦς ἰῷ ἆ Ζήν, Ἰοῦς: ἰὼ 163 μῆνις μάστειρ᾽ ἐκ θεῶν· μῆνις μάστειρ᾽ ἐκ θεῶν: 164 κοννῶ δ᾽ ἄγαν κοννῶ δ᾽ ἄγαν 165 γαμετᾶς οὐρανόνικον. γαμετῶν οὐρανονίκων. 166 χαλεποῦ γὰρ ἐκ χαλεποῦ γὰρ ἐκ 167 πνεύματος εἶσι χειμών. πνεύματος εἶσι χειμών. 168 καὶ τότ᾽ οὐ δικαίοις καὶ τότ᾽ οὐ δικαίοις 169 Ζεὺς ἐνέξεται λόγοις, Ζεὺς ἐνέξεται λόγοις, 170 τὸν τᾶς βοὸς τὸν τᾶς βοὸς 171 παῖδ᾽ ἀτιμάσας, τὸν αὐ- παῖδ᾽ ἀτιμάσας, τὸν αὐ- 172 τός ποτ᾽ ἔκτισεν γόνῳ, τός ποτ᾽ ἔκτισεν γόνῳ, 173 νῦν ἔχων παλίντροπον νῦν ἔχων παλίντροπον 174 ὄψιν ἐν λιταῖσιν; ὄψιν ἐν λιταῖσιν: 175 ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος. ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος. 175a ἆ Ζήν, Ἰοῦς ἰῶ , ἆ Ζήν, Ἰοῦς: ἰὼ 175b μῆνις μάστειρ᾽ ἐκ θεῶν· μῆνις μάστειρ᾽ ἐκ θεῶν: 175c κοννῶ δ᾽ ἄγαν κοννῶ δ᾽ ἄγαν 175d γαμετᾶς οὐρανόνικον γαμετῶν οὐρανονίκων. 175e χαλεποῦ γὰρ ἐκ χαλεποῦ γὰρ ἐκ 175f πνεύματος εἶσι χειμών. πνεύματος εἶσι χειμών. 176 παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ᾽ ἥκετε παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε 177 πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί. πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί. 178 καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν 179 αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας. αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας. 180 ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ: 181 σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι· σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι: 182 ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον 183 λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν· λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν: 184 τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται 185 ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. 186 ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος 187 ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον, ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον, 188 ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι, ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι, 189 πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν. πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν. 190 κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος. 191 ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς 192 ἱκετηρίας, ἁγάλματ᾽ αἰδοίου Διός, ἱκτηρίας, ἀγάλματ᾽ αἰδοίου Διός, 193 σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, 194 αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη 195 ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει, ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει, 196 τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς. τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς. 197 φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, 198 τὸ μὴ μάταιον δ᾽ ἐκ μετωποσωφρόνων τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων 199 ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου. ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου. 200 καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ 201 γένῃ. τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος. γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος. 202 μέμνησο δ᾽ εἴκειν· χρεῖος εἶ ξένη φυγάς. μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη φυγάς. 203 θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. 204 πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. 205 φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν 206 κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι· κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι. 207 ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος· ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος. 208 θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. 209 μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος. μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος. 210 ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. ὦ Ζεῦ, κόπων οἴκτειρε μἀπολωλότας. 211 κείνου θέλοντος εὖ τελευτήσει τάδε. κείνου θέλοντος εὖ τελευτήσει τάδε. 212 213 καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλήσκετε. 214 καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,— καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,— 215 ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν. ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν. 215 εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. 216 συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. 217 τίν᾽ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι; τίν᾽ οὖν κικλήσκω τῶνδε δαιμόνων ἔτι; 218 ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. 219 ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. 220 Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. 221 ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. 222 πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν 223 σέβεσθ᾽· ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων 224 ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, 225 ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. 226 ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; 227 πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς 228 ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ᾽ν Ἅιδου θανὼν ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ᾽ν Ἅιδου θανὼν 229 φύγῃ ματαίων αἰτίας, πράξας τάδε. φύγῃ ματαίων αἰτίας, πράξας τάδε. 230 κἀκεῖ δικάζει τἀπλακήμαθ᾽, ὡς λόγος, κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς λόγος, 231 Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. 232 σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, 233 ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. 234 ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον 235 πέπλοισι βαρβάροισι καὶ πυκνώμασι πέπλοισι βαρβάροισι καὶ πυκνώμασι 236 χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς 237 ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων. ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων. 238 ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, 239 ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν 240 ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. 241 κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων 242 κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις· κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις: 243 μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. 244 καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν, καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν, 245 εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. 246 εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. 247 ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω, ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω, 248 ἢ ῥήτορ᾽ ἱεροράβδον, ἢ πόλεως ἀγόν; ἢ τηρὸν Ἑρμοῦ ῥάβδον, ἢ πόλεως ἀγόν; 249 πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί. πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί. 250 τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος 251 ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. 252 ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον 253 γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. 254 καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται 255 Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. 256 ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα, ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα, 257 Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, 258 ὄρη τε Δωδωναῖα. συντέμνει δ᾽ ὅρος ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος 259 ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ. ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ. 260 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε 261 πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. 262 Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας 263 ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα 264 τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, 265 τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι 266 χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιταῖ᾽ ἄχη χρανθεῖσ᾽ ἀνῆκε γαῖα †μηνεῖται ἄκη† 267 δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. 268 τούτων ἄκη τομαῖα καὶ λυτήρια τούτων ἄκη τομαῖα καὶ λυτήρια 269 πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ 270 μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς. μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς. 271 ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια 272 γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. 273 μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. 274 βραχὺς τορός θ᾽ ὁ μῦθος· Ἀργεῖαι γένος βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος 275 ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός· ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός: 276 καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ. καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ. 277 ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί, ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί, 278 ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος. ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος. 279 Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι 280 γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. 281 καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, 282 Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις 283 εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων· εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων: 284 τοίας τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν Ἰνδάς τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν 285 εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα 286 παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας. παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας. 287 καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας, καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας, 288 εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα 289 ὑμᾶς. διδαχθεὶς δ᾽ ἂν τόδ᾽ εἰδείην πλέον, ὑμᾶς. διδαχθεὶς δ᾽> ἂν τόδ᾽ εἰδείην πλέον, 290 ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν. ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν. 291 κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ 292 Ἰὼ γενέσθαι τῇ δ᾽ ἐν Ἀργείᾳ χθονί; Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί. 293 ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ. ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ. 295 μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ; μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ; 296 κἄκρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα. κοὐ κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα. 297 πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε; πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε; 298 βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός. βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός. 300 οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ; οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ; 301 φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας. φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας. 302 τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός; τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός; 303 τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ. τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ. 304 ποῖον πανόπτην οἰοβουκόλον λέγεις; ποῖον πανόπτην οἰοβουκόλον λέγεις; 305 Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. 306 τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ; τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ; 307 βοηλάτην μύωπα κινητήριον. βοηλάτην μύωπα κινητήριον. 308 οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. 309 τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. 310 καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί. καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί. 311 καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. 313 καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον. καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον. 314 τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός; τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός; 315 Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος. Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος. 316 317 Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη. Λιβύη, μέγιστον γῆς πέδον> καρπουμένη. 318 319 320 τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις; τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις; 321 Βῆλον δίπαιδα πατέρα τοῦδ᾽ ἐμοῦ πατρός. Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός. 320 τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον. τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον. 321 Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις. Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις. 322 καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ. καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ. 323 Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος 324 πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον. πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσεις στόλον. 325 δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς δοκεῖτε δή> μοι τῆσδε κοινωνεῖν χθονὸς 326 τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα 327 λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη; λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη; 328 ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά. ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά. 329 πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν· πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: 330 ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν 331 κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, 332 ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων; ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων; 333 τί φὴς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν, τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν, 334 λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; 335 ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. 336 πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις; πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις; 337 τίς δ᾽ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους; τίς δ᾽ ἂν φίλους ὄνοιτο τοὺς κεκτημένους; 338 σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. 339 καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή. καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή. 340 πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; 341 αἰτοῦσι μὴ ᾽κδοὺς παισὶν Αἰγύπτου πάλιν. αἰτοῦσι μὴ ᾽κδοὺς παισὶν Αἰγύπτου πάλιν. 342 βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον. βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον. 343 ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. 344 εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. 345 αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην. 346 πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους. πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους. 347 βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. 348 Παλαίχθονος τέκος, κλῦθί μου Παλαίχθονος τέκος, κλῦθί μου 349 πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. 350 ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, 351 λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις 352 ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ- ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ- 353 κε φράζουσα βοτῆρι μόχθους. κε φράζουσα βοτῆρι μόχθους. 354 ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον 355 νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν. νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν. 356 εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων. εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων. 357 μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει 358 νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις. νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις. 359 ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν 360 ἱκεσία Θέμις Διὸς κλαρίου. ἱκεσία Θέμις Διὸς κλαρίου. 361 σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων· σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων: 362 ποτιτρόπαιον αἰδόμενος †οὖνπερ ποτιτρόπαιον αἰδόμενος †οὖνπερ 363 ἱεροδόκα† . . ἱεροδόκα† . . 364 θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ. θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ. 365 οὔτοι κάθησθε δωμάτων ἐφέστιοι οὔτοι κάθησθε δωμάτων ἐφέστιοι 366 ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις, ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις, 367 ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. 368 ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, 369 ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. 370 σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον. σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον: 371 πρύτανις ἄκριτος ὤν, πρύτανις ἄκριτος ὤν, 372 κρατύνεις βωμόν, ἑστίαν χθονός, κρατύνεις βωμόν, ἑστίαν χθονός, 373 μονοψήφοισι νεύμασιν σέθεν, μονοψήφοισι νεύμασιν σέθεν, 374 μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος 375 πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου. πᾶν ἐπικραίνεις: ἄγος φυλάσσου. 376 ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, 377 ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ. ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ: 378 οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς. οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς. 379 ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας 380 δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. 381 τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, 382 φύλακα πολυπόνων φύλακα πολυπόνων 383 βροτῶν, οἳ τοῖς πέλας προσήμενοι βροτῶν, οἳ τοῖς πέλας προσήμενοι 384 δίκας οὐ τυγχάνουσιν ἐννόμου. δίκας οὐ τυγχάνουσιν ἐννόμου. 385 μένει τοι Ζηνὸς ἱκταίου κότος μένει τοι Ζηνὸς ἱκταίου κότος 386 δυσπαραθέλκτους παθόντος οἴκτοις. δυσπαραθέλκτους παθόντος οἴκτοις. 387 εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν 388 νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους 389 εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι; εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι; 390 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, 391 ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ. ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ. 392 μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος 393 κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι 394 μῆχαρ ὁρίζομαι γάμου δύσφρονος μῆχαρ ὁρίζομαι γάμου δύσφρονος 395 φυγάν· ξύμμαχον δ᾽ ἑλόμενος δίκαν φυγάν: ξύμμαχον δ᾽ ἑλόμενος δίκαν 396 κρῖνε σέβας τὸ πρὸς θεῶν. κρῖνε σέβας τὸ πρὸς θεῶν. 397 οὐκ εὔκριτον τὸ κρῖμα. μή μ᾽ αἱροῦ κριτήν. οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν. 398 εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε 399 πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε 400 εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον τύχοι, 401 ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν. “ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.” 402 ἀμφοτέρους ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ ἀμφοτέροις ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ 403 Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως 404 ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις. ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις. 405 τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- 406 γεῖς τὸ δίκαιον ἔρξας; γὲς τὸ δίκαιον ἔρξαι; 407 δεῖ τοι βαθείας φροντίδος σωτηρίου, δεῖ τοι βαθείας φροντίδος σωτηρίου, 408 δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν 409 δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον, δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον: 410 ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, 411 αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς, αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς, 412 καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται 413 μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας 414 ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν 415 βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα, βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα, 416 ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ. ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ. 417 μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου; μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου; 418 φρόντισον καὶ γενοῦ φρόντισον καὶ γενοῦ 419 πανδίκως εὐσεβὴς πανδίκως εὐσεβὴς 420 πρόξενος· τὰν φυγάδα μὴ προδῷς, πρόξενος: τὰν φυγάδα μὴ προδῷς, 421 τὰν ἕκαθεν ἐκβολαῖς τὰν ἕκαθεν ἐκβολαῖς 422 δυσθέοις ὀρμέναν· δυσθέοις ὀρμέναν: 423 μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν 424 πολυθέων ῥυσια- πολυθέων ῥυσια- 425 σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. 426 γνῶθι δ᾽ ὕβριν ἀνέρων γνῶθι δ᾽ ὕβριν ἀνέρων 427 καὶ φύλαξαι κότον. καὶ φύλαξαι κότον. 428 μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν 429 ἀπὸ βρετέων βίᾳ ἀπὸ βρετέων βίᾳ 430 δίκας ἀγομέναν δίκας ἀγομέναν 431 ἱππηδὸν ἀμπύκων, ἱππηδὸν ἀμπύκων, 432 πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν. πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν. 433 ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις, ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις, 434 ὁπότερ᾽ ἂν κτίσῃς, ὁπότερ᾽ ἂν κτίσῃς, 435 μένει ἄρ ἐκτίνειν μένει ἄρ᾽ ἐκτίνειν 436 ὁμοιΐαν θέμιν. ὁμοιΐαν θέμιν. 437 τάδε φράσαι δίκαια Διόθεν κράτη. τάδε φράσαι δίκαια Διόθεν κράτη. 438 καὶ δὴ πέφρασμαι. δεῦρο δ᾽ ἐξοκέλλεται. καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται: 439 ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν 440 πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος 441 στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. 442 ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. 443 καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, 444 †ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου† [ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου] 445 γένοιτ᾽ ἂν ἄλλα Κτησίου Διὸς χάριν· γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν: 446 καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, 447 γένοιτο μύθου μῦθος ἂν θελκτήριος γένοιτο μύθου μῦθος ἂν θελκτήριος 448 ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια. [ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]: 449 ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται, ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται, 450 δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια 451 θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. 452 ἦ κάρτα νείκους τοῦδ᾽ ἔσω παροίχομαι ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι: 453 θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν 454 εἶναι. γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν. εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν. 455 πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων. πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων. 456 ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται. ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται. 457 ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων. 458 τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. 459 ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— 460 λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσῃ. λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει. 461 εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ— εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ— 462 τί σοι περαίνει μηχανὴ συζωμάτων; τί σοι περαίνει μηχανὴ συζωμάτων; 463 νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. 464 αἰνιγματῶδες τοὔπος· ἀλλ᾽ ἁπλῶς φράσον. αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον. 465 ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν. ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν. 466 ἤκουσα μαστικτῆρα καρδίας λόγον. ἤκουσα μαστικτῆρα καρδίας λόγον. 467 ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον. ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον. 468 καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα, καὶ [μὴν] πολλαχῇ γε δυσπάλαιστα πράγματα, 469 κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται· κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται: 470 ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον 471 τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. 472 εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος, εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος, 473 μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον: 474 εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν 475 σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, 476 πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, 477 ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον; ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον; 478 ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον 479 ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. 480 σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, 481 κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν 482 βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων 483 θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ 484 πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ ψόγος πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος 485 ἐμοῦ· κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς. ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς. 486 καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε 487 ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, 488 ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος· ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος: 489 τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. 490 πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, 491 αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. 492 ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων 493 ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν 494 βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας 495 εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως 496 στείχουσι· μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις. στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις. 497 Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος 498 τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον· τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον: 499 καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο. καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο. 500 στείχοιτ᾽ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει. 501 ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας· ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας: 502 καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν 503 ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν. ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν. 504 τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι· τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: 505 ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; 506 κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. 507 καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. 508 λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε. λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε. 509 καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; 510 οὔτοι πτερωτῶν ἁρπαγαῖς σ᾽ ἐκδώσομεν. οὔτοι πτερωτῶν ἁρπαγαῖς σ᾽> ἐκδώσομεν. 511 ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; 512 εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. 513 οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. 514 ἀεί γ᾽ ἄναρκτόν ἐστι δεῖμ᾽ ἐξαίσιον. ἀεὶ γυναικῶν ἐστὶ δεῖμ᾽ ἐξαίσιον. 515 σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. 516 ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. 517 ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους 518 στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ· στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: 519 καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. 520 πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους 521 λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν. λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν. 522 ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι: 523 πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος. πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος. 524 ἄναξ ἀνάκτων, μακάρων ἄναξ ἀνάκτων, μακάρων 525 μακάρτατε καὶ τελέων μακάρτατε καὶ τελέων 526 τελειότατον κράτος, ὄλβιε Ζεῦ, τελειότατον κράτος, ὄλβιε Ζεῦ, 527 πιθοῦ τε καὶ γένει σῷ πιθοῦ τε καὶ γένει σῷ 528 ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας. ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας: 529 λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ 530 τὰν μελανόζυγ᾽ ἄταν. τὰν μελανόζυγ᾽ ἄταν. 531 τὸ πρὸς γυναικῶν δ᾽ ἐπιδὼν τὸ πρὸς γυναικῶν δ᾽> ἐπιδὼν 532 παλαίφατον ἁμέτερον παλαίφατον ἁμέτερον 533 γένος φιλίας προγόνου γυναικὸς γένος φιλίας προγόνου γυναικὸς 534 νέωσον εὔφρον᾽ αἶνον, νέωσον εὔφρον᾽ αἶνον, 535 γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς· γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς, 536 Δῖαί τοι γένος εὐχόμεθ᾽ εἶναι Δῖαι τοι γένος εὐχόμεθ᾽ εἶναι 537 γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι. γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι. 538 παλαιὸν, δ᾽ εἰς ἴχνος μετέσταν παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν 539 ματέρος ἀνθονόμους ἐπωπάς, ματέρος ἀνθονόμους ἐπωπάς, 540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ 541 οἴστρῳ ἐρεθομένα οἴστρῳ ἐρεσσομένα 542 φεύγει ἁμαρτίνοος, φεύγει ἁμαρτίνοος, 543 πολλὰ βροτῶν διαμειβομένα πολλὰ βροτῶν διαμειβομένα 544 φῦλα, διχῇ δ᾽ ἀντίπορον φῦλα, διχῇ δ᾽ ἀντίπορον 545 γαῖαν ἐν αἴσᾳ διατέμ- γαῖαν ἐν αἴσᾳ διατέμ- 546 νουσα πόρον κυματίαν ὁρίζει· νουσα πόρον κυματίαν ὁρίζει: 547 ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας 548 μηλοβότου Φρυγίας διαμπάξ. μηλοβότου Φρυγίας διαμπάξ: 549 περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, 550 Λύδιά τε γύαλα, Λύδιά τ᾽ ἂγ γύαλα, 551 καὶ δι᾽ ὀρῶν Κιλίκων καὶ δι᾽ ὀρῶν Κιλίκων 552 Παμφύλων τε γένη διορνυμένα Παμφύλων τε [γένη] διορνυμένα 553 καί ποταμοὺς ἀενάους πὰρ ποταμοὺς ἀενάους 554 καὶ βαθύπλουτον χθόνα καὶ καὶ βαθύπλουτον χθόνα καὶ 555 τὰν Ἀφροδίτας πολύπυρον αἶαν. τὰν Ἀφροδίτας πολύπυρον αἶαν. 556 ἱκνεῖται δὴ σινουμένα βέλει ἱκνεῖται δ᾽ †εἰσικνουμένου βέλει 557 βουκόλου πτερόεντος βουκόλου πτερόεντος 558 Δῖον πάμβοτον ἄλσος, Δῖον πάμβοτον ἄλσος, 559 λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται 560 Τυφῶ μένος, Τυφῶ μένος, 561 ὕδωρ τε Νείλου νόσοις ἄθικτον, ὕδωρ τε Νείλου νόσοις ἄθικτον, 562 μαινομένα πόνοις ἀτί- μαινομένα πόνοις ἀτί- 563 μοις ὀδύναις τε κεντροδα- μοις ὀδύναις τε κεντροδα- 564 λήτισι, θυιὰς Ἥρας. λήτισι θυιὰς Ἥρας. 565 βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι, 566 χλωρῷ δείματι θυμὸν χλωρῷ δείματι θυμὸν 567 πάλλοντ᾽ ὄψιν ἀήθη, πάλλοντ᾽ ὄψιν ἀήθη, 568 βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον, βοτὸν ἐσορῶντες δυσχερὲς μιξόμβροτον, 569 τὰν μὲν βοός, τὰν μὲν βοός, 570 τὰν δ᾽ αὖ γυναικός· τέρας δ᾽ ἐθάμβουν. τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν. 571 καὶ τότε δὴ τίς ἦν ὁ θέλ- καὶ τότε δὴ τίς ἦν ὁ θέλ- 572 ξας πολύπλαγκτον ἀθλίαν ξας πολύπλαγκτον ἀθλίαν 573 οἰστροδόνητον Ἰώ; οἰστροδόνητον Ἰώ; 574 δι᾽ αἰῶνος κρέων ἀπαύστου δι᾽ αἰῶνος κρέων ἀπαύστου 575 Ζεὺς Ζεὺς... 576 Διὸς δ᾽ ἀπημάντῳ σθένει χειρὸς δ᾽ ἀπημάντῳ σθένει 577 καὶ θείαις ἐπιπνοίαις καὶ θείαις ἐπιπνοίαις 578 παύεται, δακρύων δ᾽ ἀπο- παύεται, δακρύων δ᾽ ἀπο- 579 στάζει πένθιμον αἰδῶ. στάζει πένθιμον αἰδῶ. 580 λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ 581 γείνατο παῖδ᾽ ἀμεμφῆ, γείνατο παῖδ᾽ ἀμεμφῆ, 582 δι᾽ αἰῶνος μακροῦ πάνολβον· δι᾽ αἰῶνος μακροῦ πάνολβον: 583 ἔνθεν πᾶσα βοᾷ χθών, ἔνθεν πᾶσα βοᾷ χθών, 584 ‘φυσιζόου γένος τόδε “φυσιζόου γένος τόδε 585 Ζηνός ἐστιν ἀληθῶς· Ζηνός ἐστιν ἀληθῶς: 586 τίς γὰρ ἂν κατέπαυσεν Ἥ- τίς γὰρ ἂν κατέπαυσεν Ἥ- 587 ρας νόσους ἐπιβούλους;’ ρας νόσους ἐπιβούλους;” 588 Διὸς τόδ᾽ ἔργον καὶ τόδ᾽ ἂν γένος λέγων Διὸς τόδ᾽ ἔργον: καὶ τόδ᾽ ἂν γένος λέγων 589 ἐξ Ἐπάφου κυρήσαις. ἐξ Ἐπάφου κυρήσαις. 590 τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν 591 κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις; κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις; 592 αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ αὐτὸς> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ 593 γένους παλαιόφρων μέγας γένους παλαιόφρων μέγας 594 τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς. τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς. 595 ὑπ᾽ ἀρχᾶς δ᾽ οὔ τινος θοάζων ὑπ᾽ ἀρχᾶς δ᾽ οὔτινος θοάζων 596 τὸ μεῖον κρεισσόνων κρατύνει. τὸ μεῖον κρεισσόνων κρατύνει; 597 οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη. οὔτινος ἄνωθεν ἡμένου σέβει κάτω. 598 πάρεστι δ᾽ ἔργον ὡς ἔπος πάρεστι δ᾽ ἔργον ὡς ἔπος 599 σπεῦσαί τι τῶν βούλιος φέρει φρήν. σπεῦσαί τι τῶν βούλιος φέρει φρήν. 600 θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων· θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων: 601 δήμου δέδοκται παντελῆ ψηφίσματα. δήμου δέδοκται παντελῆ ψηφίσματα. 602 ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί: 603 ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος, ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος, 604 δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται. δήμου κρατοῦσα χείρ θ᾽ ὅπῃ πληθύνεται. 605 ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, 606 ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί· ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί: 607 πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις 608 ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον· ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον: 609 ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους 610 κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν· κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν: 611 καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ 612 ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, 613 τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων 614 ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. 615 τοιάνδ᾽ ἔπειθεν ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων 616 ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον 617 μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου 618 πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα 619 λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν 620 ἀμήχανον βόσκημα πημονῆς πέλειν. ἀμήχανον βόσκημα πημονῆς πέλειν. 621 τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς 622 ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε. ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε. 623 δημηγόρους δ᾽ ἤκουσεν εὐπιθὴς στροφὰς δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς στροφὰς 624 δῆμος Πελασγῶν· Ζεὺς δ᾽ ἐπέκρανεν τέλος δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος. 625 ἄγε δή, λέξωμεν ἐπ᾽ Ἀργείοις ἄγε δή, λέξωμεν ἐπ᾽ Ἀργείοις 626 εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. 627 Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου 628 στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ, στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ, 629 τέρμον᾽ ἄμεμπτον προσαπαντᾶν. τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον. 630 νῦν ὅτε καί, θεοὶ νῦν ὄπ᾽ ἐμάν, θεοὶ 631 διογενεῖς, κλύοιτ᾽ εὐ- Διογενεῖς, κλύοιτ᾽ εὐ- 632 κταῖα γένει χεούσας· κταῖα γένει χεούσας: 633 μήποτε πυρίφατον μήποτε πυρίφατον 634 γᾶν Πελασγίαν πόλιν τάνδε Πελασγίαν [πόλιν] 635 τὸν ἄκορον βοᾶς, τὸν ἄκορον βοᾶς, 636 κτίσαι μάχλον Ἄπη, κτίσαι μάχλον Ἄρη, 637 τὸν ἀρότοις θερί- τὸν ἀρότοις θερί- 638 ζοντα βροτοὺς ἐν ἄλλοις, ζοντα βροτοὺς ἐν ἄλλοις, 639 οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς, οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς, 640 ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο, ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο, 641 αἰδοῦνται δ᾽ ἱκέτας Διός, αἰδοῦνται δ᾽ ἱκέτας Διός, 642 ποίμναν τάνδ᾽ ἀμέγαρτον· ποίμναν τάνδ᾽ ἀμέγαρτον: 643 οὐδὲ μετ᾽ ἀρσένων οὐδὲ μετ᾽ ἀρσένων 644 ψῆφον ἔθεντ᾽ ἀτιμώ- ψῆφον ἔθεντ᾽ ἀτιμώ- 645 σαντες ἔριν γυναικῶν, σαντες ἔριν γυναικῶν, 646 Δῖον ἐπιδόμενοι Δῖον ἐπιδόμενοι 647 πράκτορά τε σκοπὸν πράκτορ᾽ ἐπίσκοπον 648 δυσπολέμητον, ὃν οὐ δυσπόλεμον, τὸν οὔ- 649 τίς ἂν δόμος ἔχοι τις ἂν δόμος ἔχν 650 ἐπ᾽ ὀρόφων μιαί- ἐπ᾽ ὀρόφων ἰαί- 651 νοντα; βαρὺς δ᾽ ἐφίζει. νοιτο: βαρὺς δ᾽ ἐφίζει. 652 ἅζονται γὰρ ὁμαίμους ἅζονται γὰρ ὁμαίμους 653 Ζηνὸς ἵκτορας ἁγνοῦ. Ζηνὸς ἵκτορας ἁγνοῦ. 654 τοιγάρτοι καθαροῖσι βω- τοιγάρτοι καθαροῖσι βω- 655 μοῖς θεοὺς ἀρέσονται. μοῖς θεοὺς ἀρέσονται. 656 τοιγὰρ ὑποσκίων τοιγὰρ ὑποσκίων 657 ἐκ στομάτων ποτά- ἐκ στομάτων ποτά- 658 σθω φιλότιμος εὐχά, σθω φιλότιμος εὐχά, 659 μήποτε λοιμὸς ἀνδρῶν μήποτε λοιμὸς ἀνδρῶν 660 τάνδε πόλιν κενώσαι· τάνδε πόλιν κενώσαι: 661 μηδ᾽ ἐπιχωρίοις ἔρις μηδ᾽ ἐπιχωρίοις στάσις> 662 πτώμασιν αἱματίσαι πέδον γᾶς. πτώμασιν αἱματίσαι πέδον γᾶς. 663 ἥβας δ᾽ ἄνθος ἄδρεπτον ἥβας δ᾽ ἄνθος ἄδρεπτον 664 ἔστω, μηδ᾽ Ἀφροδίτας ἔστω, μηδ᾽ Ἀφροδίτας 665 εὐνάτωρ βροτολοιγὸς Ἄ- εὐνάτωρ βροτολοιγὸς Ἄ- 666 ρης κέρσειεν ἄωτον. ρης κέρσειεν ἄωτον. 667 †καὶ γεραροῖσι πρε- †καὶ γεραροῖσι πρε- 668 σβυτοδόκοι γεμόν- σβυτοδόκοι γεμόν- 669 των† θυμέλαι φλεγόντων. των θυμέλαι φλεγόντων.† 670 τὼς πόλις εὖ νέμοιτο τὼς πόλις εὖ νέμοιτο 671 Ζῆνα μέγαν σεβόντων, Ζῆνα μέγαν σεβόντων, 672 τὸν ξένιον δ᾽ ὑπερτάτως, τὸν ξένιον δ᾽ ὑπερτάτως, 673 ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. 674 τίκτεσθαι δ᾽ ἐφόρους γᾶς τίκτεσθαι δὲ φόρους γᾶς 675 ἄλλους εὐχόμεθ᾽ ἀεί, ἄλλους εὐχόμεθ᾽ αἰεί, 676 Ἄρτεμιν δ᾽ Ἑκάταν γυναι- Ἄρτεμιν δ᾽ ἑκάταν γυναι- 677 κῶν λόχους ἐφορεύειν. κῶν λόχους ἐφορεύειν. 678 μηδέ τις ἀνδροκμὴς μηδέ τις ἀνδροκμὴς 679 λοιγὸς ἐπελθέτω λοιγὸς ἐπελθέτω 680 τάνδε πόλιν δαΐζων, τάνδε πόλιν δαΐζων, 681 ἄχορον ἀκίθαριν ἄχορον ἀκίθαριν 682 δακρυογόνον Ἄρη δακρυογόνον Ἄρη 683 βοάν τ᾽ ἔνδημον ἐξοπλίζων. βοάν τ᾽ ἔνδημον ἐξοπλίζων. 684 νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν 685 ἵζοι κρατὸς ἀτερπής· ἵζοι κρατὸς ἀτερπής: 686 εὐμενὴς δ᾽ ὁ Λύκειος ἔ- εὐμενὴς δ᾽ ὁ Λύκειος ἔσ- 687 στω πάσᾳ νεολαίᾳ. τω πάσᾳ νεολαίᾳ. 688 καρποτελῆ δέ τοι καρποτελῆ δέ τοι 689 Ζεὺς ἐπικραινέτω Ζεὺς ἐπικραινέτω 690 φέρματι γᾶν πανώρῳ. φέρματι γᾶν πανώρῳ. 691 πρόνομα δὲ βότ᾽ ἀγροῖς πρόνομα δὲ βοτὰ τὼς 692 πολύγονα τελέθοι· πολύγονα τελέθοι: 693 τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν. τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν. 694 εὔφαμον δ᾽ ἐπὶ βωμοῖς εὔφαμον δ᾽ ἐπὶ βωμοῖς 695 μοῦσαν θείατ᾽ ἀοιδοί. μοῦσαν θείατ᾽ ἀοιδοί: 696 ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ- ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ- 697 σθω φάμα φιλοφόρμιγξ. σθω φάμα φιλοφόρμιγξ. 698 φυλάσσοι τ᾽ ἀτρεμαῖα τιμὰς φυλάσσοι τ᾽ ἀτρεμαῖα τιμὰς 699 τὸ δάμιον, τὸ πτόλιν κρατύνει, τὸ δάμιον, τὸ πτόλιν κρατύνει, 700 προμαθὶς εὐκοινόμητις ἀρχά. προμαθὶς εὐκοινόμητις ἀρχά: 701 ξένοισί τ᾽ εὐξυμβόλους, ξένοισί τ᾽ εὐξυμβόλους, 702 πρὶν ἐξοπλίζειν Ἄρη, πρὶν ἐξοπλίζειν Ἄρη, 703 δίκας ἄτερ πημάτων διδοῖεν. δίκας ἄτερ πημάτων διδοῖεν. 704 θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν ἀεὶ θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ 705 τίοιεν ἐγχωρίοις πατρῴαις τίοιεν ἐγχωρίους πατρῴαις 706 δαφνηφόροις βουθύτοισι τιμαῖς. δαφνηφόροις βουθύτοισι τιμαῖς. 707 τὸ γὰρ τεκόντων σέβας τὸ γὰρ τεκόντων σέβας 708 τρίτον τόδ᾽ ἐν θεσμίοις τρίτον τόδ᾽ ἐν θεσμίοις 709 Δίκας γέγραπται μεγιστοτίμου. Δίκας γέγραπται μεγιστοτίμου. 710 εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι. εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι: 711 ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς 712 ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. 713 ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ 714 τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει· τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει: 715 στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, 716 καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν, 717 οἴακος εὐθυντῆρος ὑστάτου νεὼς οἴακος εὐθυντῆρος ὑστάτου νεὼς 718 ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. 719 πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις 720 γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, 721 καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ᾽πικουρία καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ᾽πικουρία 722 εὔπρεπτος· αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα 723 στείλασα λαῖφος παγκρότως ἐρέσσεται. στείλασα λαῖφος παγκρότως ἐρέσσεται. 724 ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως 725 πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. 726 ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών. ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών. 727 ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, 728 ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. 729 ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν. ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν. 730 ὅμως δ᾽ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ὅμως δ᾽> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, 731 ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. 732 θάρσει· χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ θάρσει: χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ 733 θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. 734 πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι 735 ἥκουσι· μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου. ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου. 736 περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως 737 πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. 738 παροίχομαι, πάτερ, δείματι. παροίχομαι, πάτερ, δείματι. 739 ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, 740 θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ. θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ. 741 ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος 742 μάχης τ᾽ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα. μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα. 743 δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας 744 νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ 745 πολεῖ μελαγχίμῳ σὺν στρατῷ. πολεῖ μελαγχίμῳ σὺν στρατῷ. 746 πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας 747 θάλπει βραχίον᾽ εὖ κατερρινημένους. θάλπει βραχίον᾽ εὖ κατερρινημένους. 748 μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ. μόνην δὲ μὴ πρόλειπε: λίσσομαι, πάτερ. 749 γυνὴ μονωθεῖσ᾽ οὐδέν· οὐκ ἔνεστ᾽ Ἄρης. γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης. 750 οὐλόφρονες, δὲ καὶ δολιομήτιδες οὐλόφρονες δὲ καὶ δολιομήτιδες 751 δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω- δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω- 752 μῶν ἀλέγοντες οὐδέν. μῶν ἀλέγοντες οὐδέν. 753 καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽ ὦ τέκνα, καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα, 754 εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο. εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο. 755 οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη 756 δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ. δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ. 757 περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει 758 μεμαργωμένοι κυνοθρασεῖς, θεῶν μεμαργωμένοι κυνοθρασεῖς, θεῶν 759 οὐδὲν ἐπαΐοντες. οὐδὲν ἐπαΐοντες. 760 ἀλλ᾽ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους κυνῶν 761 εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν. εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν. 762 ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων 763 ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος. ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος. 764 οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή, οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή, 765 οὐδ᾽ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων σωτηρίαν 766 ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις 767 θαρσοῦσι ναῶν ποιμένες παραυτίκα, θαρσοῦσι ναῶν ποιμένες παραυτίκα, 768 ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα 769 ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ 770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. 771 οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ 772 καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ 773 φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν· φρόνει μὲν ὡς ταρβοῦσα μἀμελεῖν θεῶν: 774 πράξας ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται πράξω δ᾽ ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται 775 πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί. πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί. 776 ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας, ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας, 777 τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας 778 χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που; χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που; 779 μέλας γενοίμαν καπνὸς μέλας γενοίμαν καπνὸς 780 νέφεσσι γειτονῶν Διός· νέφεσσι γειτονῶν Διός: 781 τὸ πᾶν δ᾽ ἄφαντος τὸ πᾶν δ᾽ ἄφαντος 782 ἀμπετὴς ἀιδνὸς ὡς ἀμπετὴς ἄιστος ὡς 783 κόνις ἄτερθε πτερύγων ὀλοίμαν. κόνις ἄτερθε πτερύγων ὀλοίμαν. 784 ἄφυκτον δ᾽ οὐκέτ᾽ ἂν πέλοι κακόν· ἀλυκτὸν δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος: 785 κελαινόχρως δὲ πάλλεταί μου καρδία. κελαινόχρως δὲ πάλλεταί μου καρδία. 786 πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον· οἴχομαι φόβῳ. πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον: οἴχομαι φόβῳ. 787 θέλοιμι δ᾽ ἂν μορσίμου θέλοιμι δ᾽ ἂν μορσίμου 788 βρόχου τυχεῖν ἐν ἀρτάναις, βρόχου τυχεῖν ἐν ἀρτάναις, 789 πρὶν ἄνδρ᾽ ἀπευκτὸν πρὶν ἄνδρ᾽ ἀπευκτὸν 790 τῷδε χριμφθῆναι χροΐ. τῷδε χριμφθῆναι χροΐ: 791 πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι. πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι. 792 πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος, πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος, 793 πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών, πρὸς ὃν νεφῶν ὑδρηλὰ γίγνεται χιών, 794 ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- 795 δεικτος οἰόφρων κρεμὰς δεικτος οἰόφρων κρεμὰς 796 γυπιὰς πέτρα, βαθὺ γυπιὰς πέτρα, βαθὺ 797 πτῶμα μαρτυροῦσά μοι, πτῶμα μαρτυροῦσά μοι, 798 πρὶν δαΐκτορος βίᾳ πρὶν δαΐκτορος βίᾳ 799 καρδίας γάμου κυρῆσαι; καρδίας γάμου κυρῆσαι; 800 κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις 801 ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν· ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν: 802 τὸ γὰρ θανεῖν ἐλευθεροῦ- τὸ γὰρ θανεῖν ἐλευθεροῦ- 803 ται φιλαιάκτων κακῶν. ἐλθέτω ται φιλαιάκτων πόνων. [ἐλθέτω] 804 ἐλθέτω μόρος, πρὸ κοί- ἐλθέτω μόρος, πρὸ κοί- 805 τας γαμηλίου τυχών. τας γαμηλίου τυχών. 806 ἀμφυγᾶς τίν᾽ ἔτι πόρον πᾷ> τίν᾽ ἀμφυγᾶς ἔτ᾽ οἶ- 807 τέμνω γάμου λυτῆρα; μον τέμω γάμου λυτῆρα; 808 ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν 809 μέλεα μέλη λιτανὰ θεοῖς· μέλεα> μέλη λιτανὰ θεοῖς, 810 τέλεα δέ πως πελόμενά μοι τέλεα δέ μοι πῶς> πελόμενα καὶ 811 λύσιμά τ᾽ ἄχιμά τ᾽ ἔπιδε, πάτερ, λύσιμα: μάχαν δ᾽ ἔπιδε, πάτερ, 812 βίαια μὴ φαιδρῶς ὁρῶν βίαια μὴ φαιδρῶς ὁρῶν 813 ὄμμασιν ἐνδίκοις. ὄμμασιν ἐνδίκοις. 815 σεβίζου δ᾽ ἱκέτας σέθεν, σεβίζου δ᾽ ἱκέτας σέθεν, 816 γαιάοχε παγκρατὲς Ζεῦ. γαιάοχε παγκρατὲς Ζεῦ. 817 γένος γὰρ Αἰγύπτειον ὕβριν γένος γὰρ Αἰγύπτειον ὕβριν 818 δύσφορον ἀρσενογενὲς δύσφορον ἀρσενογενὲς 819 μετά με δρόμοισι διόμενοι μετά με δρόμοισι διόμενοι 820 φυγάδα μάταισι πολυθρόοις φυγάδα μάταισι πολυθρόοις 821 βίαια δίζηνται λαβεῖν. βίαια δίζηνται λαβεῖν. 822 σὸν δ᾽ ἐπίπαν ζυγὸν σὸν δ᾽ ἐπίπαν ζυγὸν 823 ταλάντου. τί δ᾽ ἄνευ σέθεν ταλάντου. τί δ᾽ ἄνευ σέθεν 824 θνατοῖσι τέλειόν ἐστιν; θνατοῖσι τέλειόν ἐστιν; 825 ό ό ό, ά ά ά· ὀοό, ἀαά: 826 ὅδε μάρπτις νάιος γάιος. ὅδε μάρπτις νάιος γάιος. 827 τῶν πρό, μάρπτι, κάμνοις· τῶν πρό, μάρπτι, κάμνοις: 828 †ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ †ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ 829 δυϊαν βοᾶν ἀμφαίνω.† δυΐαν βοὰν ἀμφαίνω.† 830 ὁρῶ τάδε φροίμια †πράξαν πόνων ὁρῶ τάδε φροίμια †πράξαν πόνων 831 βιαίων ἐμῶν. ἠὲ ἠέ. βιαίων ἐμῶν. ἠὲ ἠέ. 832 βαῖνε φυγᾷ πρὸς ἀλκάν· βαῖνε φυγᾷ πρὸς ἀλκάν: 833 †βλοσυρόφρονα χλιδᾷ †βλοσυρόφρονα χλιδᾷ 834 δύσφορα ναῒ κἀν γᾷ. δύσφορα ναῒ κἀν γᾷ. 835 γαϊάναξ προτάσσου.† γᾶι ἄναξ προτάσσου.† 836 σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ- σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ- 837 ριν ὅπως ποδῶν ἔχετε ριν ὅπως ποδῶν ἔχετε> 838 †οὐκοῦν οὐκοῦν† †οὐκοῦν οὐκοῦν† 839 τιλμοὶ τιλμοὶ καὶ στιγμοί, τιλμοὶ τιλμοὶ καὶ στιγμοί, 840 πολυαίμων φόνιος πολυαίμων φόνιος 841 ἀποκοπὰ κρατός. ἀποκοπὰ κρατός. 842 σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα. σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα. 843 εἴθ᾽ ἀνὰ πολύρυτον εἴθ᾽ ἀνὰ πολύρυτον 844 ἁλμήεντα πόρον ἁλμιόεντα πόρον 845 δεσποσίῳ ξὺν ὕβρει, δεσποσίῳ ξὺν ὕβρει, 846 γομφοδέτῳ τε δόρει διώλου. γομφοδέτῳ τε δόρει διώλου. 847 †αἵμονες ὡς ἐπάμιδα †αἵμονες ὡς ἐπάμιδα 848 ησυδουπιάπιτα† ἠσυδουπιάπιτα† 849 †κελεύω βοᾶν μεθέσθαι κελεύω βοᾶν μεθέσθαι 850 ἴχαρ φρενί τ᾽ ἄταν.† †ἴχαρ φρενί τ᾽ ἄταν.† 851 ἰοὺ ἰού. ἰοὺ ἰού. 852 λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ. λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ, 853 ἀτίετον ἄπολιν οὐ σέβω. ἀτίετ᾽ ἂμ πόλιν εὐσεβῶν. 854 μήποτε πάλιν ἴδοιμ᾽ μήποτε πάλιν ἴδοιμ᾽ 855 ἀλφεσίβοιον ὕδωρ, ἀλφεσίβοιον ὕδωρ, 856 ἔνθεν ἀεξόμενον ἔνθεν ἀεξόμενον 857 ζώφυτον αἷμα βροτοῖσι θάλλει. ζώφυτον αἷμα βροτοῖσι θάλλει. 858 ἔγγαιος ἐγὼ βαθυχαῖος †ἄγειος ἐγὼ βαθυχαῖος 860 †βαθρείας βαθρείας, γέρον.† βαθρείας βαθρείας γέρον.† 861 σὺ δ᾽ ἐν ναῒ ναῒ βάσῃ σὺ δ᾽ ἐν ναῒ ναῒ βάσει 862 τάχα θέλεος ἀθέλεος, τάχα θέλεος ἀθέλεος, 863 βίᾳ βίᾳ τε πολλᾷ φροῦδα. βίᾳ βίᾳ [τε πολλᾷ φροῦδα]. 864 †βάτεαι βαθυμιτροκακὰ παθῶν† †βάτεαι βαθυμιτροκακὰ παθῶν 865 ὀλόμεναι παλάμαις. [ὀλόμεναι παλάμαις.† 866 αἰαῖ αἰαῖ. αἰαῖ αἰαῖ. 867 αἲ γὰρ δυσπαλάμως ὄλοιο αἲ γὰρ δυσπαλάμως ὄλοιο 868 δι᾽ ἁλίρρυτον ἄλσος, δι᾽ ἁλίρρυτον ἄλσος, 869 κατὰ Σαρπηδόνιον κατὰ Ζαρπηδόνιον 870 χῶμα πολύψαμμον ἀλαθεὶς χῶμα πολύψαμμον ἀλαθεὶς 871 Εὐρεΐαισιν αὔραις. ἀερίαις ἐν αὔραις. 872 ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. 873 Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ. Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ. 874 ἴυζε καὶ [ἴυζε καὶ] 875 βόα, χέον πικρότερον οἰζύος νόμον. βόα, χέον πικρότερον οἰζύος νόμον. 876 οἰοῖ οἰοῖ, οἰοῖ οἰοῖ, 877 λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων 878 περί, χάμψα, βρυάζεις· περί, χάμψα, βρυάζεις: 879 ὃς ἐπωπᾷ σ᾽, ὁ μέγας ὃς ἐπωπᾷ δ᾽, ὁ μέγας 880 Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ- Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ- 881 ψειεν ἄιστον ὕβριν. ψειεν ἄιστον ὕβριν. 882 βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον 883 ὅσον τάχιστα· μηδέ τις σχολαζέτω. ὅσον τάχιστα: μηδέ τις σχολαζέτω. 884 ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται. ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται. 885 οἰοῖ, πάτερ, βρέτεος ἄρος οἰοῖ, πάτερ, βρετῶν ἀπο- 886 ἀτᾷ μ᾽·· ἅλαδ᾽ ἄγει σπάσας μ᾽ ἅλαδ᾽ ἄγει 887 ἄραχνος ὡς βάδην. ἄραχνος ὡς βάδην. 888 ὄναρ ὄναρ μέλαν, ὄναρ ὄναρ μέλαν, 889 ὀτοτοτοτοῖ, ὀτοτοτοῖ, 890 μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν μᾶ Γᾶ μᾶ Γᾶ, βοᾷ 891 φοβερὸν ἀπότρεπε, φοβερὸν ἀπότρεπε, 892 ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. ὦ βᾶ Γᾶς παῖ Ζεῦ. 893 οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε· οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε: 894 οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ. οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ. 895 μαιμᾷ πέλας δίπους ὄφις· μαιμᾷ πέλας δίπους ὄφις: 896 ἔχιδν᾽ ὥς μέ τις 897 ἔχιδνα δ᾽ ὥς μέ τις πόδα δακοῦσ᾽ ἔχει. 898 πόδα δακοῦσ᾽ ἔχει. ὄναρ ὄναρ μέλαν,> 899 ὀτοτοτοτοῖ, ὀτοτοτοῖ, 900 μᾶ Γᾶ μᾶ Γᾶ βοὰν μᾶ Γᾶ μᾶ Γᾶ βοᾷ 900 φοβερὸν ἀπότρεπε, φοβερὸν ἀπότρεπε, 901 ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. ὦ βᾶ Γᾶς παῖ Ζεῦ. 902 εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, 903 λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ. λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ. 904 διωλόμεσθ᾽· ἄσεπτ᾽, ἄναξ, πάσχομεν— ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. 905 πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης, 906 ὄψεσθε· θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν. ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων. 907 ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. διωλόμεσθ᾽: ἄελπτ᾽, ἄναξ, πάσχομεν. 908 ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης, πολλοὺς ἄνακτας παῖδας Αἰγύπτου, τάχα 909 ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων. ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν. 910 οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος 911 ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα; ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα; 912 ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; 913 κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν· κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν: 915 καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. 916 τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ; τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ; 917 ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. 918 πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω. πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω. 919 ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις; ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις; 920 Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. 921 θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ. θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει. 922 τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. 923 οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω; οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω. 924 ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ᾽ξαιρήσεται. ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ᾽ξαιρήσεται. 925 κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν. κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν. 926 ἤκουσα τοὔπος δ᾽ οὐδαμῶς φιλόξενον. ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον. 927 οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. 928 λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. 929 ἀβουκόλητον τοῦτ᾽ ἐμῷ, φρονήματι. ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι. 930 ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— 931 καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς 932 ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς 933 ἥκειν γυναικῶν αὐτανέψιον στόλον; ἥκειν γυναικῶν αὐτανέψιον στόλον; 934 οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο 935 Ἄρης· τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ 936 ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος 937 πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου. πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου. 938 τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν 939 εἴσῃ σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. εἴσι σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. 940 ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν 941 ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. 942 τοία δὲ δημόπρακτος ἐκ πόλεως μία τοιάδε δημόπρακτος ἐκ πόλεως μία 943 ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ 944 στόλον γυναικῶν· τῶνδ᾽ ἐφήλωται τορῶς στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς 945 γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. 946 ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα 947 οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, 948 σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου 949 γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων. γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων. 950 ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. 951 εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. 952 ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας 953 εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. 954 ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσι 955 θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, 956 πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. 957 καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια, καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια, 958 δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί. δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί. 959 ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους 960 πολλῶν μετ᾽ ἄλλων· εἰ δέ τις μείζων χάρις, πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις, 961 πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. 962 τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα 963 πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ 964 ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται 965 ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; 966 ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις, ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις, 967 δῖε Πελασγῶν. δῖε Πελασγῶν. 968 πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον 969 πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον 970 καὶ βούλαρχον. τοῦ γὰρ προτέρα καὶ βούλαρχον. τοῦ γὰρ προτέρα 971 μῆτις, ὅπου χρὴ δώματα ναίειν μῆτις, ὅπου χρὴ δώματα ναίειν 972 καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν 973 ψόγον ἀλλοθρόοις ψόγον ἀλλοθρόοις 974 εὔτυκος· εἴη δὲ τὰ λῷστα. εὔτυκος: εἴη δὲ τὰ λῷστα. 975 σύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ 976 βάξει λαῶν ἐγχώρων βάξει λαῶν ἐν χώρῳ 977 τάσσεσθε, φίλαι δμωίδες, οὕτως τάσσεσθε, φίλαι δμωίδες, οὕτως 978 ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν 979 Δαναὸς θεραποντίδα φερνήν. Δαναὸς θεραποντίδα φερνήν. 980 ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, 981 θύειν τε λείβειν θ᾽, ὡς θεοῖς, Ὀλυμπίοις, θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις, 982 σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. 983 καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς 984 φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις· φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις: 985 ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους 986 ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, 987 καὶ μὴ ᾽ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν καὶ μὴ ᾽ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν 988 λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι. λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι. 989 τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς 990 χάριν σέβεσθαι τιμιωτέραν χρεών. χάριν σέβεσθαι τιμιωτέραν λέγω. 991 καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις 992 πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, 993 ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ. ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ. 994 πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει 995 κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως. κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως. 996 ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, 997 ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς. ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς. 998 τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς· τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς: 999 θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν; θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν; 1000 καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. 1001 †καρπώματα στάζοντα κηρύσσει Κύπρις †καρπώματα στάζοντα κηρύσσει Κύπρις 1002 καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,† καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,† 1003 καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι 1004 πᾶς τις παρελθὼν ὄμματος θελκτήριον πᾶς τις παρελθὼν ὄμματος θελκτήριον 1005 τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος. τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος. 1006 πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος 1007 πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί, πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί, 1008 μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς 1009 πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα: 1010 τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, 1011 οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε. οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε. 1012 μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός, μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός, 1013 τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον. τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον. 1014 τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων. τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων: 1015 ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ. ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ. 1016 εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, 1017 ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός. ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός. 1018 ἴτε μὰν ἀστυάνακτας ἴτε μὰν ἀστυάνακτας 1019 μάκαρας θεοὺς γανάοντες πολιούχους μάκαρας θεοὺς γανόοντες πολιούχους 1020 τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου 1021 περιναίουσιν παλαιόν. περιναίουσιν παλαιόν. 1022 ὑποδέξασθε δ᾽ ὀπαδοὶ ὑποδέξασθε δ᾽> ὀπαδοὶ 1023 μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν μέλος: αἶνος δὲ πόλιν τάνδε Πελασγῶν 1024 ἐχέτω, μηδ᾽ ἔτι Νείλου ἐχέτω, μηδ᾽ ἔτι Νείλου 1025 προχοὰς σέβωμεν ὕμνοις. προχοὰς σέβωμεν ὕμνοις: 1026 ποταμοὺς δ᾽ οἳ διὰ χώρας ποταμοὺς δ᾽ οἳ διὰ χώρας 1027 θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, 1028 λιπαροῖς χεύμασι γαίας λιπαροῖς χεύμασι γαίας 1029 τόδε μειλίσσοντες οὖδας. τόδε μειλίσσοντες οὖδας. 1030 ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ 1031 στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας 1032 γάμος ἔλθοι Κυθερείας· γάμος ἔλθοι Κυθερείας: 1033 στυγίων πέλοι τόδ᾽ ἆθλον. στυγερῶν πέλοι τόδ᾽ ἆθλον. 1034 Κύπριδος δ᾽ οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων Κύπριδος δ᾽> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων. 1035 δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ. δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ: 1036 τίεται δ᾽ αἰολόμητις τίεται δ᾽ αἰολόμητις 1037 θεὸς ἔργοις ἐπὶ σεμνοῖς. θεὸς ἔργοις ἐπὶ σεμνοῖς. 1038 μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν 1039 Πόθος ᾇ τ᾽ οὐδὲν ἄπαρνον Πόθος ᾇ> τ᾽ οὐδὲν ἄπαρνον 1040 τελέθει θέλκτορι Πειθοῖ. τελέθει θέλκτορι Πειθοῖ. 1041 δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας 1042 ψεδυρᾷ τρίβῳ τ᾽ Ἐρώτων. ψεδυραὶ τρίβοι τ᾽ ἐρώτων. 1043 φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη 1044 πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι. πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι. 1045 τί ποτ᾽ εὔπλοιαν ἔπραξαν τί ποτ᾽ εὔπλοιαν ἔπραξαν 1046 ταχυπόμποισι διωγμοῖς; ταχυπόμποισι διωγμοῖς; 1047 ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν. ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν. 1048 Διὸς οὐ παρβατός ἐστιν Διὸς οὐ παρβατός ἐστιν 1049 μεγάλα φρὴν ἀπέρατος· μεγάλα φρὴν ἀπέραντος: 1050 μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ 1051 προτερᾶν πέλοι γυναικῶν. προτερᾶν πέλοι γυναικῶν. 1052 ὁ μέγας Ζεὺς ἀπαλέξαι ὁ μέγας Ζεὺς ἀπαλέξαι 1053 γάμον Αἰγυπτογενῆ μοι. γάμον Αἰγυπτογενῆ μοι.— 1054 τὸ μὲν ἂν βέλτατον εἴη· τὸ μὲν ἂν βέλτατον εἴη: 1055 σὺ δὲ θέλγοις ἂν ἄθελκτον. σὺ δὲ θέλγοις ἂν ἄθελκτον.— 1056 σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον. σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον. 1057 τί δὲ μέλλω φρένα Δίαν τί δὲ μέλλω φρένα Δίαν 1058 καθορᾶν, ὄψιν ἄβυσσον; καθορᾶν, ὄψιν ἄβυσσον;— 1059 μέτριον νῦν ἔπος εὔχου· μέτριον νῦν ἔπος εὔχου: 1060 τίνα καιρόν με διδάσκεις; τίνα καιρόν με διδάσκεις;— 1061 τὰ θεῶν μηδὲν ἀγάζειν. τὰ θεῶν μηδὲν ἀγάζειν. 1062 Ζεὺς ἄναξ ἀποστεροί- Ζεὺς ἄναξ ἀποστεροί- 1063 η γάμον δυσάνορα η γάμον δυσάνορα 1064 δάιον, ὅσπερ Ἰὼ δάιον, ὅσπερ Ἰὼ 1065 πημονᾶς ἐλύσατ᾽ εὖ πημονᾶς ἐλύσατ᾽ εὖ 1066 χειρὶ παιωνίᾳ κατασχεθών, χειρὶ παιωνίᾳ κατασχεθών, 1067 εὐμενῆ βίαν κτίσας. εὐμενεῖ βίᾳ κτίσας. 1068 καὶ κράτος νέμοι γυναι- καὶ κράτος νέμοι γυναι- 1069 ξίν· τὸ βέλτερον κακοῦ ξίν: τὸ βέλτερον κακοῦ 1070 καὶ τὸ δίμοιρον αἰνῶ, καὶ τὸ δίμοιρον αἰνῶ, 1071 καὶ δίκᾳ δίκας ἕπε- καὶ δίκᾳ δίκας ἕπε- 1072 σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις 1073 μαχαναῖς θεοῦ πάρα. μαχαναῖς θεοῦ πάρα.